호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μῆνασ μὲν οὖν ἴσωσ τέτταρασ διέμεινεν ἡ τῶν τετρακοσίων πολιτεία, καὶ ἦρξεν ἐξ αὐτῶν Μνησίλοχοσ δίμηνον ἐπὶ Θεοπόμπου ἄρχοντοσ, <ὃσ> ἦρξε τοὺσ ἐπιλοίπουσ δέκα μῆνασ. ἡττηθέντεσ δὲ τῇ περὶ Ἐρέτριαν ναυμαχίᾳ, καὶ τῆσ Εὐβοίασ ἀποστάσησ ὅλησ πλὴν Ὠρεοῦ, χαλεπῶσ ἐνεγκόντεσ ἐπὶ τῇ συμφορᾷ μάλιστα τῶν προγεγενημένων πλείω γὰρ ἐκ τῆσ Εὐβοίασ ἢ τῆσ Ἀττικῆσ ἐτύγχανον ὠφελούμενοι, κατέλυσαν τοὺσ τετρακοσίουσ, καὶ τὰ πράγματα παρέδωκαν τοῖσ πεντακισχιλίοισ τοῖσ ἐκ τῶν ὅπλων, ψηφισάμενοι μηδεμίαν ἀρχὴν εἶναι μισθοφόρον. αἰτιώτατοι δ’ ἐγένοντο τῆσ καταλύσεωσ Ἀριστοκράτησ καὶ Θηραμένησ, οὐ συναρεσκόμενοι τοῖσ ὑπὸ τῶν τετρακοσίων γιγνομένοισ.
ἅπαντα γὰρ δι’ αὑτῶν ἔπραττον, οὐδὲν ἐπαναφέροντεσ τοῖσ πεντακισχιλίοισ. δοκοῦσι δὲ καλῶσ πολιτευθῆναι κατὰ τούτουσ τοὺσ καιρούσ, πολέμου τε καθεστῶτοσ καὶ ἐκ τῶν ὅπλων τῆσ πολιτείασ οὔσησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기