- 텍스트

Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 62 2:

(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 62 2:)

μισθοφοροῦσι δὲ πρῶτον ὁ δῆμος ταῖς μὲν ἄλλαις ἐκκλησίαις δραχμήν, τῇ δὲ κυρίᾳ ἐννέα <ὀβολούς>:? ἔπειτα τὰ δικαστήρια τρεῖς ὀβολούς: εἶθ ἡ βουλὴ πέντε ὀβολούς: τοῖς δὲ πρυτανεύουσιν εἰς σίτησιν ὀβολὸς προστίθεται δέκα προστίθενται. ἔπειτ εἰς σίτησιν λαμβάνουσιν ἐννέ ἄρχοντες τέτταρας ὀβολοὺς ἕκαστος, καὶ παρατρέφουσι κήρυκα καὶ αὐλητήν: ἔπειτ ἄρχων εἰς Σαλαμῖνα δραχμὴν τῆς ἡμέρας. ἀθλοθέται δ ἐν πρυτανείῳ δειπνοῦσι τὸν Ἑκατομβαιῶνα μῆνα, ὅταν ᾖ τὰ Παναθήναια, ἀρξάμενοι ἀπὸ τῆς τετράδος ἱσταμένου. ἀμφικτύονες εἰς Δῆλον δραχμὴν τῆς ἡμέρας ἑκάστης ἐκ Δήλου <λαμβάνουσι>. λαμβάνουσι δὲ καὶ ὅσαι ἀποστέλλονται ἀρχαὶ εἰς Σάμον ἢ Σκῦρον ἢ Λῆμνον ἢ Ἴμβρον εἰς σίτησιν ἀργύριον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION