- 텍스트

Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 62

(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 62)

αἱ δὲ κληρωταὶ ἀρχαὶ πρότερον μὲν ἦσαν αἱ μὲν μετ ἐννέα ἀρχόντων ἐκ τῆς φυλῆς ὅλης κληρούμεναι, αἱ δ ἐν Θησείῳ κληρούμεναι διῃροῦντο εἰς τοὺς δήμους:? ἐπειδὴ δ ἐπώλουν οἱ δῆμοι, καὶ ταύτας ἐκ τῆς φυλῆς ὅλης κληροῦσι, πλὴν βουλευτῶν καὶ φρουρῶν: τούτους δ εἰς τοὺς δήμους ἀποδιδόασι. μισθοφοροῦσι δὲ πρῶτον ὁ δῆμος ταῖς μὲν ἄλλαις ἐκκλησίαις δραχμήν, τῇ δὲ κυρίᾳ ἐννέα <ὀβολούς>:

ἔπειτα τὰ δικαστήρια τρεῖς ὀβολούς: εἶθ ἡ βουλὴ πέντε ὀβολούς: τοῖς δὲ πρυτανεύουσιν εἰς σίτησιν ὀβολὸς προστίθεται δέκα προστίθενται. ἔπειτ εἰς σίτησιν λαμβάνουσιν ἐννέ ἄρχοντες τέτταρας ὀβολοὺς ἕκαστος, καὶ παρατρέφουσι κήρυκα καὶ αὐλητήν: ἔπειτ ἄρχων εἰς Σαλαμῖνα δραχμὴν τῆς ἡμέρας. ἀθλοθέται δ ἐν πρυτανείῳ δειπνοῦσι τὸν Ἑκατομβαιῶνα μῆνα, ὅταν ᾖ τὰ Παναθήναια, ἀρξάμενοι ἀπὸ τῆς τετράδος ἱσταμένου. ἀμφικτύονες εἰς Δῆλον δραχμὴν τῆς ἡμέρας ἑκάστης ἐκ Δήλου <λαμβάνουσι>. λαμβάνουσι δὲ καὶ ὅσαι ἀποστέλλονται ἀρχαὶ εἰς Σάμον ἢ Σκῦρον ἢ Λῆμνον ἢ Ἴμβρον εἰς σίτησιν ἀργύριον. ἄρχειν δὲ τὰς μὲν κατὰ πόλεμον ἀρχὰς ἔξεστι πλεονάκις, τῶν δ ἄλλων οὐδεμίαν, πλὴν βουλεῦσαι δίς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION