호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χειροτονοῦσι δὲ καὶ τὰς πρὸς τὸν πόλεμον ἀρχὰς ἁπάσας, στρατηγοὺς δέκα, πρότερον μὲν ἀφ <ἑκάστης> φυλῆς ἕνα, νῦν δ ἐξ ἁπάντων:? καὶ τούτους διατάττουσι τῇ χειροτονίᾳ, ἕνα μὲν ἐπὶ τοὺς ὁπλίτας, ὃς ἡγεῖται τῶν ὁπλιτῶν, ἂν ἐξίωσι, ἕνα δ ἐπὶ τὴν χώραν, ὃς φυλάττει, κἂν πόλεμος ἐν τῇ χώρᾳ γίγνηται, πολεμεῖ οὗτος. δύο δ ἐπὶ τὸν Πειραιέα, τὸν μὲν εἰς τὴν Μουνιχίαν, τὸν δ εἰς τὴν Ἀκτήν, οἳ τῆς φυλ<ακ>ῆς ἐπιμελοῦνται καὶ τῶν ἐν Πειραιεῖ: ἕνα δ ἐπὶ τὰς συμμορίας, ὃς τούς τε τριηράρχους καταλέγει, καὶ τὰς ἀντιδόσεις αὐτοῖς ποιεῖ, καὶ τὰς διαδικασίας αὐτοῖς εἰσάγει: τοὺς δ ἄλλους πρὸς τὰ παρόντα πράγματα ἐκπέμπουσιν. ἐπιχειροτονία δ αὐτῶν ἐστι κατὰ τὴν πρυτανείαν ἑκάστην, εἰ δοκοῦσιν καλῶς ἄρχειν:
κἄν τινα ἀποχειροτονήσωσιν, κρίνουσιν ἐν τῷ δικαστηρίῳ, κἂν μὲν ἁλῷ, τιμῶσιν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ἂν δ ἀποφύγῃ, πάλιν ἄρχει. κύριοι δέ εἰσιν ὅταν ἡγῶνται καὶ δῆσαι τὸν ἀτακτοῦντα καὶ <ἐκ>κηρῦξαι καὶ ἐπιβολὴν ἐπιβάλλειν: οὐκ εἰώθασι δὲ ἐπιβάλλειν. χειροτονοῦσι δὲ καὶ ταξιάρχους δέκα, ἕνα τῆς φυλῆς ἑκάστης:
οὗτος δ ἡγεῖται τῶν φυλετῶν καὶ λοχαγοὺς καθίστησιν. χειροτονοῦσι δὲ καὶ ἱππάρχους δύο ἐξ ἁπάντων:
οὗτοι δ ἡγοῦνται τῶν ἱππέων, διελόμενοι τὰς φυλὰς ε ἑκάτερος: κύριοι δὲ τῶν αὐτῶν εἰσιν ὧνπερ οἱ στρατηγοὶ κατὰ τῶν ὁπλιτῶν. ἐπιχειροτονία δὲ γίγνεται <καὶ> τούτων. χειροτονοῦσι δὲ καὶ φυλάρχους <ι>, ἕνα τῆς φυλῆς, τὸν ἡγησόμενον <τῶν ἱππέων> ὥσπερ οἱ ταξίαρχοι τῶν ὁπλιτῶν.
χειροτονοῦσι δὲ καὶ εἰς Λῆμνον ἵππαρχον, ὃς ἐπιμελεῖται τῶν ἱππέων τῶν ἐν Λήμνῳ.
χειροτονοῦσι δὲ καὶ ταμίαν τῆς Παράλου καὶ νῦν τῆς τοῦ Ἄμμωνος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기