호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κληροῖ δὲ καὶ ἑτέρους δέκα, τοὺς κατ ἐνιαυτὸν καλουμένους, οἳ θυσίας τέ τινας θύουσι, καὶ τὰς πεντετηρίδας ἁπάσας διοικοῦσιν πλὴν Παναθηναίων.? εἰσὶ δὲ πεντετηρίδες μία μὲν ἡ εἰς Δῆλον ἔστι δὲ καὶ ἑπτετηρὶς ἐνταῦθα, δευτέρα δὲ Βραυρώνια, τρίτη δ Ἡράκλεια, τετάρτη δ Ἐλευσίνια: ε δὲ Παναθήναια, καὶ τούτων οὐδεμία ἐν τῷ αὐτῷ ἐγγίγνεται. νῦν δὲ πρόσκειται καὶ Ἡφαίστια, ἐπὶ Κηφισοφῶντος ἄρχοντος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기