- 텍스트

Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 54 2:

(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 54 2:)

καὶ λογιστὰς δέκα καὶ συνηγόρους τούτοις δέκα, πρὸς οὓς ἅπαντας ἀνάγκη τοὺς τὰς ἀρχὰς ἄρξαντας λόγον ἀπενεγκεῖν.? οὗτοι γάρ εἰσι μόνοι <οἱ> τοῖς ὑπευθύνοις λογιζόμενοι καὶ τὰς εὐθύνας εἰς τὸ δικαστήριον εἰσάγοντες. κἂν μέν τινα κλέπτοντ ἐξελέγξωσι, κλοπὴν οἱ δικασταὶ καταγιγνώσκουσι, καὶ τὸ γνωσθὲν ἀποτίνεται δεκαπλοῦν. ἐὰν δέ τινα δῶρα λαβόντα ἐπιδείξωσιν καὶ καταγνῶσιν οἱ δικασταί, δώρων τιμῶσιν, ἀποτίνεται δὲ καὶ τοῦτο δεκαπλοῦν. ἂν δ ἀδικεῖν καταγνῶσιν, ἀδικίου τιμῶσιν, ἀποτίνεται δὲ τοῦθ ἁπλοῦν, ἐὰν πρὸ τῆς θ πρυτανείας ἐκτείσῃ τις, εἰ δὲ μή, διπλοῦται. τὸ <δὲ> δεκαπλοῦν οὐ διπλοῦται.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION