- 텍스트

Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 51

(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 51)

κληροῦνται δὲ καὶ ἀγορανόμοι <ι>, πέντε μὲν εἰς Πειραιέα, ε δ εἰς ἄστυ.? τούτοις δὲ ὑπὸ τῶν νόμων προστέτακται τῶν ὠνίων ἐπιμελεῖσθαι πάντων, ὅπως καθαρὰ καὶ ἀκίβδηλα πωλήσεται. κληροῦνται δὲ καὶ μετρονόμοι <ι>, πέντε μὲν εἰς ἄστυ, ε δὲ εἰς Πειραιέα.

καὶ οὗτοι τῶν μέτρων καὶ τῶν σταθμῶν ἐπιμελοῦνται πάντων, ὅπως οἱ πωλοῦντες χρήσονται δικαίοις. ἦσαν δὲ καὶ σιτοφύλακες κληρωτοὶ <ι>, πέντε μὲν εἰς Πειραιέα, πέντε δ εἰς ἄστυ, νῦν δ εἴκοσι μὲν εἰς ἄστυ, πεντεκαίδεκα δ εἰς Πειραιέα.

οὗτοι δ ἐπιμελοῦνται, πρῶτον μὲν ὅπως ὁ ἐν ἀγορᾷ σῖτος ἀργὸς ὤνιος ἔσται δικαίως, ἔπειθ ὅπως οἵ τε μυλωθροὶ πρὸς τὰς τιμὰς τῶν κριθῶν τὰ ἄλφιτα πωλήσουσιν, καὶ οἱ ἀρτοπῶλαι πρὸς τὰς τιμὰς τῶν πυρῶν τοὺς ἄρτους, καὶ τὸν σταθμὸν ἄγοντας ὅσον ἂν οὗτοι τάξωσιν. ὁ γὰρ νόμος τούτους κελεύει τάττειν. ἐμπορίου δ ἐπιμελητὰς δέκα κληροῦσιν:

τούτοις δὲ προστέτακται τῶν τ ἐμπορίων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ σιτικὸν ἐμπόριον τὰ δύο μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION