호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσὶ δ ἀποδέκται δέκα κεκληρωμένοι κατὰ φυλάς:? οὗτοι δὲ παραλαβόντες τὰ γραμματεῖα, ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα ἐναντίον τῆς βουλῆς ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασιν τὰ γραμματεῖα τῷ δη- μοσίῳ. κἄν τις ἐλλίπῃ καταβολήν, ἐνταῦθ ἐγγέγραπται, καὶ διπλάσιον ἀνάγκη τὸ ἐλλειφθὲν καταβάλλειν ἢ δεδέσθαι, καὶ ταῦτα εἰσπράττειν ἡ βουλὴ καὶ δῆσαι κυρία κατὰ τοὺς νόμους ἐστίν. τῇ μὲν οὖν προτεραίᾳ δέχονται τὰς πάσας καὶ μερίζουσι ταῖς ἀρχαῖς, τῇ δ ὑστεραίᾳ τόν τε μερισμὸν εἰσφέρουσι γράψαντες ἐν σανίδι καὶ καταλέγουσιν ἐν τῷ βουλευτηρίῳ, καὶ προτιθέασιν ἐν τῇ βουλῇ, εἴ τίς τινα οἶδεν ἀδικοῦντα περὶ τὸν μερισμὸν ἢ ἄρχοντα ἢ ἰδιώτην, καὶ γνώμας ἐπιψηφίζουσιν, ἐάν τίς τι δοκῇ ἀδικεῖν.
κληροῦσι δὲ καὶ λογιστὰς ἐξ αὑτῶν οἱ βουλευταὶ δέκα, τοὺς λογιουμένους ταῖς ἀρχαῖς κατὰ τὴν πρυτανείαν ἑκάστην.
κληροῦσι δὲ καὶ εὐθύνους ἕνα τῆς φυλῆς ἑκάστης, καὶ παρέδρους β ἑκάστῳ τῶν εὐθύνων οἷς ἀναγκαῖόν ἐστι ταῖς ἀγοραῖς κατὰ τὸν ἐπώνυμον τὸν τῆς φυλῆς ἑκάστης καθῆσθαι, κἄν τις βούληταί τινι τῶν τὰς εὐθύνας ἐν τῷ δικαστηρίῳ δεδωκότων ἐντὸς γ ἡμερῶν ἀφ ἧς ἔδωκε τὰς εὐθύνας εὔθυναν ἄν τ ἰδίαν ἄν τε δημοσίαν ἐμβαλέσθαι, γράψας εἰς πινάκιον λελευκωμένον τοὔνομα τό θ αὑτοῦ καὶ τὸ τοῦ φεύγοντος, καὶ τὸ ἀδίκημ ὅ τι ἂν ἐγκαλῇ, καὶ τίμημα ἐπιγραψάμενος ὅ τι ἂν αὐτῷ δοκῇ, δίδωσιν τῷ εὐθύνῳ:
ὁ δὲ λαβὼν τοῦτο καὶ ἀνακρίνας, ἐὰν μὲν καταγνῷ, παραδίδωσιν τὰ μὲν ἴδια τοῖς δικασταῖς τοῖς κατὰ δήμους τοῖς τὴν φυλὴν ταύτην δικάζουσιν, τὰ δὲ δημόσια τοῖς θεσμοθέταις συναναγράφει.
οἱ δὲ θεσμοθέται, ἐὰν παραλάβωσιν, πάλιν εἰσάγουσιν ταύτην τὴν εὔθυναν εἰς τὸ δικαστήριον, καὶ ὅ τι ἂν γνῶσιν οἱ δικασταί, τοῦτο κύριόν ἐστιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기