호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑτέραν δὲ ταῖσ ἱκετηρίαισ, ἐν ᾗ θεὶσ ὁ βουλόμενοσ ἱκετηρίαν, ὑπὲρ ὧν ἂν βούληται καὶ ἰδίων καὶ δημοσίων, διαλέξεται πρὸσ τὸν δῆμον. αἱ δὲ δύο περὶ τῶν ἄλλων εἰσίν, ἐν αἷσ κελεύουσιν οἱ νόμοι τρία μὲν ἱερῶν χρηματίζειν, τρία δὲ κήρυξιν καὶ πρεσβείαισ, τρία δὲ ὁσίων. χρηματίζουσιν δ’ ἐνίοτε καὶ ἄνευ προχειροτονίασ. προσέρχονται δὲ καὶ οἱ κήρυκεσ καὶ οἱ πρέσβεισ τοῖσ πρυτάνεσιν πρῶτον, καὶ οἱ τὰσ ἐπιστολὰσ φέροντεσ τούτοισ ἀποδιδόασι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기