호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ πέρασ γὰρ ἤγαγε τὴν εἰρήνην καὶ τὰσ διαλύσεισ Παυσανίασ ὁ τῶν Λακεδαιμονίων βασιλεύσ, μετὰ τῶν δέκα διαλλακτῶν τῶν ὕστερον ἀφικομένων ἐκ Λακεδαίμονοσ, οὓσ αὐτὸσ ἐσπούδασεν ἐλθεῖν· οἱ δὲ περὶ τὸν Ῥίνωνα διά τε τὴν εὔνοιαν τὴν εἰσ τὸν δῆμον ἐπῃνέθησαν, καὶ λαβόντεσ τὴν ἐπιμέλειαν ἐν ὀλιγαρχίᾳ, τὰσ εὐθύνασ ἔδοσαν ἐν δημοκρατίᾳ, καὶ οὐδεὶσ οὐδὲν ἐνεκάλεσεν αὐτοῖσ, οὔτε τῶν ἐν ἄστει μεινάντων, οὔτε τῶν ἐκ Πειραιέωσ κατελθόντων, ἀλλὰ διὰ ταῦτα καὶ στρατηγὸσ εὐθὺσ ᾑρέθη Ῥίνων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기