- 텍스트

Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 12 4:

(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 12 4:)

πάλιν δὲ καὶ περὶ τῆς ἀποκοπῆς τῶν χρεῶν καὶ τῶν δουλευόντων μὲν πρότερον, ἐλευθερωθέντων δὲ διὰ τὴν σεισάχθειαν:? τῶν οὕνεκ ἀλκὴν πάντοθεν ποιούμενοσὡς ἐν κυσὶν πολλῇσιν ἐστράφην λύκος. ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγονδῆμον, τί τούτων πρὶν τυχεῖν ἐπαυσάμην· συμμαρτυροίη ταῦτ ἂν ἐν δίκῃ Χρόνουμήτηρ μεγίστη δαιμόνων Ὀλυμπίωνἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτεὁρ´ους ἀνεῖλον πολλαχῇ πεπηγότας,πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρα. πολλοὺς δ Ἀθήνας, πατρίδ εἰς θεόκτιτον,ἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως,ἄλλον δικαίως, τοὺς δ ἀναγκαίης ὑπὸχρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ Ἀττικὴνἱέντας, ὡς ἂν πολλαχῇ πλανωμένους: τοὺς δ ἐνθάδ αὐτοῦ δουλίην ἀεικέαἔχοντας, ἤθη δεσποτῶν τρομευμένους,ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτεινομοῦ βίην τε καὶ δίκην συναρμόσασἔρεξα καὶ διῆλθον ὡς ὑπεσχόμην. θεσμοὺς δ ὁμοίως τῷ κακῷ τε κἀγαθῷ,εὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην,ἔγραψα. κέντρον δ ἄλλος ὡς ἐγὼ λαβών,κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ,οὐκ ἂν κατέσχε δῆμον. εἰ γὰρ ἤθελονἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε,αὖθις δ ἃ τοῖσιν οὕτεροι φρασαίατο,πολλῶν ἂν ἀνδρῶν ἥδ ἐχηρώθη πόλις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION