- 텍스트

Aristotle, Athenian Constitution, work Ath. Pol., chapter 5

(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 5)

τοιαύτης δὲ τῆς τάξεως οὔσης ἐν τῇ πολιτείᾳ, καὶ τῶν πολλῶν δουλευόντων τοῖς ὀλίγοις, ἀντέστη τοῖς γνωρίμοις ὁ δῆμος.? ἰσχυρᾶς δὲ τῆς στάσεως οὔσης καὶ πολὺν χρόνον ἀντικαθημένων ἀλλήλοις, εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα Σόλωνα, καὶ τὴν πολιτείαν ἐπέτρεψαν αὐτῷ, ποιήσαντι τὴν ἐλεγείαν ἧς ἐστὶν ἀρχή:

γιγνώσκω, καί μοι φρενὸς ἔνδοθεν ἄλγεα κεῖται,πρεσβυτάτην ἐσορῶν γαῖαν Ιαὀνίασκλινομένην: ἐν ᾗ πρὸς ἑκατέρους ὑπὲρ ἑκατέρων μάχεται καὶ διαμφισβητεῖ, καὶ μετὰ ταῦτα κοινῇ παραινεῖ καταπαύειν τὴν ἐνεστῶσαν φιλονικίαν. ἦν δ ὁ Σόλων τῇ μὲν φύσει καὶ τῇ δόξῃ τῶν πρώτων, τῇ δ οὐσίᾳ καὶ τοῖς πράγμασι τῶν μέσων, ὡς ἔκ τε τῶν ἄλλων ὁμολογεῖται, καὶ αὐτὸς ἐν τοῖσδε τοῖς ποιήμασιν μαρτυρεῖ, παραινῶν τοῖς πλουσίοις μὴ πλεονεκτεῖν:

ὑμεῖς δ ἡσυχάσαντες ἐνὶ φρεσὶ καρτερὸν ἦτορ,οἳ πολλῶν ἀγαθῶν ἐς κόρον ἠλάσατε,ἐν μετρίοισι τίθεσθε μέγαν νόον. οὔτε γὰρ ἡμεῖσπεισόμεθ, οὔθ ὑμῖν ἄρτια ταῦτ ἔσεται. καὶ ὅλως αἰεὶ τὴν αἰτίαν τῆς στάσεως ἀνάπτει τοῖς πλουσίοις: διὸ καὶ ἐν ἀρχῇ τῆς ἐλεγείας δεδοικέναι φησὶτήν τε φιλαργυρίαν τήν θ ὑπερηφανίαν, ὡς διὰ ταῦτα τῆς ἔχθρας ἐνεστώσης.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION