- 텍스트

Aristotle, Athenian Constitution, work Ath. Pol., ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.?

(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.)

Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ. συνοικησάντος δὲ Ιὤνος αὐτοῖς τότε πρῶτον Ιὤνες ἐκλήθησαν. <τούτου γὰρ οἰκήσαντος τὴν Ἀττικήν, ὡς Ἀριστοτέλης φησί, τοὺς Ἀθηναίους Ιὤνας κληθῆναι, καὶ Ἀπόλλωνα Πατρῷον αὐτοῖς ὀνομασθῆναι. > <πατρῷον δὲ τιμῶσιν Ἀπόλλωνα Ἀθηναῖοι, ἐπεὶ Ιὤν ὁ πολέμαρχος Ἀθηναίων ἐξ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ξούθου ἐγένετο. > Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς <Αἰγεῖ μὲν δοὺς τὴν περὶ τὸ ἄστυ χώραν, Λύκῳ δὲ τὴν διαδρὶαν, Πάλλαντι δὲ τὴν παραλίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα. > καὶ διετέλουν οὗτοι στασίαζοντες: Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τούτους ἐπ ἴσῃ καὶ ὁμοίᾳ. <ἐκάλει πάντας ἐπὶ τοῖς ἴσοις καὶ τὸ "δεῦρ ἴτε, πάντες λεῴ" κήρυγμα Θησέως γενέσθαι φασὶ πανδημίαν τινὰ καθιστάντος. > <ὅτι δὲ πρῶτος ἀπέκλινε πρὸς τὸν ὄχλον, ὡς Ἀριστοτέλης φησίν, καὶ ἀφῆκε τὸ μοναρχεῖν, ἐοίκε μαρτυρεῖν καὶ Ὅμηρος ἐν νεῶν καταλόγῳ μόνους Ἀθηναίους δῆμον προσαγορεύσας. > <ὡς ἱστορεῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ Ἀριστοτέλης λέγων οὕτως. φυλὰς δὲ αὐτῶν συννενεμῆσθαι δ, ἀπομιμησαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὡρ´ας, ἑκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυλῶν, ὅπως γίνηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν, καλεῖσθαι δὲ αὐτὰ τριττῦς καὶ φρατρίας: εἰς δὲ τὴν φρατρίαν τριάκοντα γένη διακεκοσμῆσθαι, καθάπερ αἱ ἡμέραι εἰς τὸν μῆνα, τὸ δὲ γένος εἶναι τριάκοντα ἀνδρῶν. > οὗτος ἐλθὼν εἰς Σκῦρον ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, φοβηθέντος μὴ σφετερίζηται τὴν νῆσον. Ἀθηναῖοι δὲ ὕστερον μετὰ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὀστᾶ. <Ἀριστοτέλης ἱστορεῖ ὅτι ἐλθὼν Θησεὺς εἰς Σκῦρον ἐπὶ κατασκοπὴν εἰκότως διὰ τὴν Αἰγέως συγγένειαν . . . > <Αθηναῖοι μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες αὐτοῦ τὰ ὀστᾶ ἔθαψαν. > ἀπὸ δὲ Κοδριδῶν οὔκετι βασιλεῖς ᾑροῦντο, διὰ τὸ δοκεῖν τρυφᾶν καὶ μαλακοὺς γεγονέναι. Ἱππομένης δὲ εἷς τῶν Κοδριδῶν βουλόμενος ἀπώσασθαι τὴν διαβολήν, λαβὼν ἐπὶ τῇ θυγατρὶ Λειμώνῃ μοιχόν, ἐκεῖνον μὲν ἀνεῖλεν ὑποζεύξας μετὰ τῆς θυγατρὸς τῷ ἁρ´ματι, τὴν δὲ ἵππῳ συνέκλεισεν ἑώς ἀπώλετο. τοὺς μετὰ Κύλωνος διὰ τὴν τυραννίδα ἐπὶ τὸν βωμὸν τῆς θεοῦ πεφευγότας οἱ περὶ Μεγακλέα ἀπέκτειναν. καὶ τοὺς δράσαντας ὡς ἐναγεῖς ἤλαυνον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION