- εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου, ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. (Septuagint, Liber Genesis 49:6)
(70인역 성경, 창세기 49:6)
- καὶ βουλὰς δημαγωγοῦντες καὶ συστάσεις ποιούμενοι ἀπεκώλυσαν τοῦ ἀποτελεσθῆναι τὴν οἰκοδομὴν πάντα τὸν χρόνον τῆς ζωῆς τοῦ βασιλέως Κύρου. καὶ εἴρχθησαν τῆς οἰκοδομῆς ἔτη δύο ἕως τῆς Δαρείου βασιλείας. (Septuagint, Liber Esdrae I 5:70)
(70인역 성경, 에즈라기 5:70)
- σύ, βασιλεῦ, κτίσας τὴν ἀπέραντον καὶ ἀμέτρητον γῆν, ἐξελέξω τὴν πόλιν ταύτην καὶ ἁγιάσας τὸν τόπον τοῦτον εἰς ὄνομά σοι τῷ τῶν ἁπάντων ἀπροσδεεῖ καὶ παρεδόξασας ἐν ἐπιφανείᾳ μεγαλοπρεπεῖ, σύστασιν ποιησάμενος αὐτοῦ πρὸς δόξαν τοῦ μεγάλου καὶ ἐντίμου ὀνόματός σου. (Septuagint, Liber Maccabees III 2:9)
(70인역 성경, Liber Maccabees III 2:9)
- αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, (Septuagint, Liber Sapientiae 7:17)
(70인역 성경, 지혜서 7:17)
- καὶ λέγω τοῦτο ἔτι περὶ τῶν ἀνδρείων, ὡς οὐδὲ ταῦτα πᾶσιν ἴσα ἢ ὅμοια οὔτε τῇ κράσει οὔτε τῇ συστάσει. (Lucian, Abdicatus, (no name) 27:2)
(루키아노스, Abdicatus, (no name) 27:2)
- οἱ τέσσαρες λόχοι τῶν ψιλῶν καλοῦνται σύστασις, καὶ εἰσὶν ἀνδρῶν δύο καὶ τριάκοντα: (Arrian, chapter 14 3:1)
(아리아노스, chapter 14 3:1)
- "ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος ι τὸ δὲ ἀντιτείνειν καὶ καταδουλοῦσθαι τὰς ἐπιθυμίας οὔτ ἔμφρονος οὔτε εὐτυχοῦς οὔτε ξυνιέντος εἶναι τίς ποτε ἐστὶν ἡ τῆς ἀνθρωπίνης φύσεως σύστασις. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 64 1:2)
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 64 1:2)
- ἔπειτα τί διοίσει τῆς τοῦ κόσμου γενέσεως ἡ τῆς ψυχῆς, εἴπερ ἀμφοτέροις ἔκ τε τῆς ὕλης καὶ τῶν νοητῶν γέγονεν ἡ σύστασις· (Plutarch, De animae procreatione in Timaeo, section 21 6:1)
(플루타르코스, De animae procreatione in Timaeo, section 21 6:1)
- καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης, ἀλλ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ ὅταν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. (Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 22 1:5)
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 22 1:5)
- οὔτε γὰρ ἡ γῆ μέσον οὖσα δείκνυται τοῦ παντὸς ἥ τε πρὸς τὴν γῆν τῶν ἐνταῦθα συνέρεισις καὶ σύστασις ὑφηγεῖται τὸν τρόπον, ᾧ μένειν τὰ ἐκεῖ συμπεσόντα πρὸς τὴν σελήνην εἰκός ἐστιν. (Plutarch, De faciae quae in orbe lunae apparet, section 8 7:1)
(플루타르코스, De faciae quae in orbe lunae apparet, section 8 7:1)