- Αὐτὴ δὲ ἡ Ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν‧ ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σπονδύλου, παρ ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις, ἄχρι μὲν τούτου κυφή‧ κύστις τε γὰρ, καὶ γοναὶ, καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 45.10)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 45.10)
- Ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σπονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκύφη‧ ἔτι δὲ μᾶλλον δοκέει ἢ ἐστίν‧ ἡ γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 45.12)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 45.12)
- Ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σπονδύλους, ἔξωσις μὲν μεγάλη ἀποῤῬαγεῖσα ἀπὸ τῆς ξυμφύσιος ἢ ἑνὸς σπονδύλου, ἢ καὶ πλειόνων, οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ ὀλίγοισιν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 46.1)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 46.1)
- Ῥάχις δὲ ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου κυφή‧ κύστις τε καὶ γονὴ καὶ ἀρχοῦ τὸ ἐγκεκλιμένον, ἐν τούτῳ‧ ἀπὸ δὲ τούτου ἄχρι φρενῶν ἦλθεν ἡ ἰθύλορδος, καὶ αἱ ψόαι κατὰ τοῦτο‧ ἐντεῦθεν δὲ ἄχρι τοῦ μεγάλου σπονδύλου, τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκυφής‧ ἔτι δὲ μᾶλλον δοκέει, ἢ ἐστίν‧ αἱ γὰρ ὄπισθεν τῶν σπονδύλων ἀποφύσιες ταύτῃ ὑψηλόταται‧ τὸ δὲ τοῦ αὐχένος ἄρθρον, λορδόν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., MOXLIKOS., 1.4)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., MOXLIKOS., 1.4)
- Ὅ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην ἔξαλσιν ἐξαλλομένου σπονδύλου‧ ὅ τ ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῬήξειεν‧ πιεχθεὶς δ ἂν καὶ ἀπολελαμμένος, πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν‧ ὥστε οὐκ ἂν μέλοι τῷ ἰητρῷ, ὅκως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 46.3)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 46.3)