- καὶ εἶπεν Ἀδάμ. τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. (Septuagint, Liber Genesis 2:23)
(70인역 성경, 창세기 2:23)
- καὶ πᾶς, ὃς ἐὰν ἅψηται ἐπὶ προσώπου τοῦ πεδίου τραυματίου ἢ νεκροῦ ἢ ὀστέου ἀνθρωπίνου ἢ μνήματος, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται. (Septuagint, Liber Numeri 19:16)
(70인역 성경, 민수기 19:16)
- καὶ λήψεται ὕσσωπον καὶ βάψει εἰς τὸ ὕδωρ ἀνὴρ καθαρός, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ ἐπὶ τὰ σκεύη καὶ ἐπὶ τὰς ψυχάς, ὅσαι ἂν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος. (Septuagint, Liber Numeri 19:18)
(70인역 성경, 민수기 19:18)
- καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἑλισαιέ, καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἑλισαιὲ καὶ ἔζησε καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ. (Septuagint, Liber II Regum 13:21)
(70인역 성경, 열왕기 하권 13:21)
- καὶ συνέτριψε τὰς στήλας καὶ ἐξωλόθρευσε τὰ ἄλση καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων. (Septuagint, Liber II Regum 23:14)
(70인역 성경, 열왕기 하권 23:14)
- ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δ οὐ δύνανται, οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν ἐκ κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει. (Plutarch, An vitiositas ad infelicitatem sufficia, section 44)
(플루타르코스, An vitiositas ad infelicitatem sufficia, section 44)
- ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δ οὐ δύνανται: (Plutarch, An vitiositas ad infelicitatem sufficia, section 4 2:1)
(플루타르코스, An vitiositas ad infelicitatem sufficia, section 4 2:1)
- "πρὸς δὲ Μαρακανδάνοις τοξεύμασι τὸ τῆς κνήμης ὀστέον διεσχίσθην: (Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 1, section 2 2:11)
(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 1, section 2 2:11)
- ἐπὶ Γρανίκου ξίφει διακοπεὶς τὸ κράνος ἄχρι τῶν τριχῶν, ἐν Γάζῃ βέλει πληγεὶς τὸν ὦμον, ἐν Μαρακάνδοις τοξεύματι τὴν κνήμην ὥστε τῆς κερκίδος τὸ ὀστέον ἀποκλασθὲν ὑπὸ τῆς πληγῆς ἐξαλέσθαι: (Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 2, section 9 9:1)
(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 9 9:1)
- ἐκπρῖσαι δὲ τοῦ δόνακος οὐκ ἐθάρρουν τὸ προῦχον, ἀλλ ἐφοβοῦντο, μήπως σπαραγμῷ σχιζόμενον τὸ ὀστέον ὑπερβολὰς ἀλγηδόνων παράσχῃ καὶ ῥῆξις αἵματος ἐκ βάθους γένηται. (Plutarch, De Alexandri magni fortuna aut virtute, chapter 2, section 13 31:2)
(플루타르코스, De Alexandri magni fortuna aut virtute, chapter 2, section 13 31:2)