- καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων. καὶ εἶπαν αὐτῷ. προβάλλου τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτό. (Septuagint, Liber Iudicum 14:13)
(70인역 성경, 판관기 14:13)
- ὀθόνια, κηρωτὴν παρασκευάζετε, ἔρι οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν. (Aristophanes, Acharnians, Episode2)
(아리스토파네스, Acharnians, Episode2)
- "λέγεις ἐμὸν διδάσκαλον, ἄνδρα ἱερόν, ἐξυρημένον, ἐν ὀθονίοις, ἀεὶ νοήμονα, οὐ καθαρῶς ἑλληνίζοντα, ἐπιμήκη, σιμόν, πρόχειλον, ὑπόλεπτον τὰ σκέλη. (Lucian, Philopsuedes sive incredulus, (no name) 27:1)
(루키아노스, Philopsuedes sive incredulus, (no name) 27:1)
- μολυβδίναις δὲ κεραμίσιν ἐπεστεγνοῦντο πρὸς τὸ ξύλον, ὑποτιθεμένων ὀθονίων μετὰ πίττης - ὡς οὖν τὴν ἐκτὸς ἐπιφάνειαν ἐξειργάσατο, τὴν ἐντὸς διασκευὴν ἐξεπονεῖτο. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 40 4:2)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 40 4:2)
- κατὰ δὲ τούτους ἡ τροφὴ τοῖς ἵπποις ἔκειτο καὶ τῶν ἀναβατῶν καὶ τῶν παίδων τὰ σκεύη, ἦν δὲ καὶ ὑδροθήκη κατὰ τὴν πρῷραν κλειστή, δισχιλίους μετρητὰς δεχομένη, ἐκ σανίδων καὶ πίττης καὶ ὀθονίων κατεσκευασμένη. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 42 1:2)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 42 1:2)
- Ἐπὴν δὲ καύσῃς, φακοὺς καὶ ὀρόβους ἑψήσας ἐν ὕδατι, τρίψας λείους, κατάπασσε πέντε ἢ ἓξ ἡμέρας‧ τῇ δὲ ἑβδόμῃ σπόγγον μαλθακὸν τάμνειν ὡς λεπτότατον, πλάτος δὲ εἶναι τοῦ σπόγγου ὅσον ἓξ δακτύλων πάντη‧ ἔπειτα ἐπιθεῖναι ἐπὶ τὸν σπόγγον ὀθόνιον ἴσον τῷ σπόγγῳ λεπτὸν καὶ λεῖον, ἀλείψας μέλιτι‧ ἔπειτα ὑποβαλὼν τῷ δακτύλῳ τῷ λιχανῷ τῆς ἀριστερῆς χειρὸς μέσον τὸν σπόγγον, ὦσαι κάτω τῆς ἕδρης ὡς προσωτάτω‧ ἔπειτα ἐπὶ τὸν σπόγγον προσθεῖναι εἴριον, ὡς ἂν ἐν τῇ ἕδρῃ ἀτρεμίζῃ. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 2.7)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 2.7)
- Ὅταν δὲ τὸ ἕλκος καθαρὸν μὲν ἐῄ, φλεγμαίνῃ δὲ τό τε ἕλκος καὶ τὰ περιέχοντα τοῦ ἕλκεος, φακὸν ἐν οἴνῳ ἑψήσας καὶ τρίψας λεῖον, ἐλαίῳ ὀλίγῳ φυρήσας, καταπλάσας, ἐπιδεῖν‧ καὶ τοῦ κυνοσβάτου ἑψήσας τὰ φύλλα ἐν ὕδατι, τρίψας λεῖα, καταπλάσσειν, ὀθόνιον ὑποτείνας λεπτὸν καθαρὸν, οἴνῳ καὶ ἐλαίῳ τέγξας‧ καὶ ὅταν ξυνάγειν βούλῃ, τοῦ κυνοσβάτου τὰ φύλλα, ὥσπερ τὸν φακὸν σκευάζειν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 11.5)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 11.5)
- -- Ἕτερον‧ τήξας στέαρ συὸς παλαιὸν, ξυμμίξας Ῥητίνῃ καὶ ἀσφάλτῳ, αὐτὸ ἐπαλείψας ἐς ὀθόνιον, θερμήνας πρὸς πῦρ, ἐπιθεὶς ἐπιδεῖν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 22.5)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 22.5)
- Ὅταν ἐν τῷ νώτῳ ὑπὸ πληγέων ἢ ἄλλως ἕλκος γένηται, τῇ σκίλλῃ διέφθῳ τρίψας καὶ ἐπ ὀθόνιον ἀλείψας ἐπιδεῖν, ὕστερον δὲ στέαρ αἰγὸς, καὶ συὸς νέον, καὶ σποδὸν, καὶ ἔλαιον, καὶ λιβανωτὸν ἐπαλείφειν. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 23.1)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 23.1)
- Οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ αὐτὴν τὴν ἕδρην, καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάτηγμα. (Hippocrates, Oeuvres Completes D'Hippocrate., , 14.11)
(히포크라테스, Oeuvres Completes D'Hippocrate., , 14.11)