- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

νόσος?

Second declension Noun; Feminine 자동번역 Transliteration: nosos

Principal Part: νόσος νόσου

Structure: νος (Stem) + ος (Ending)

Sense

  1. sickness, disease,
  2. plague
  3. misery, suffering, distress
  4. madness, vice
  5. bane

Declension

Second declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • καὶ εἶπεν. ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ. ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἰώμενός σε. (Septuagint, Liber Exodus 15:26)
  • καὶ περιελεῖ Κύριος ὁ Θεός σου ἀπὸ σοῦ πᾶσαν μαλακίαν. καὶ πάσας νόσους Αἰγύπτου τὰς πονηράς, ἃς ἑώρακας, καὶ ὅσα ἔγνως, οὐκ ἐπιθήσει ἐπὶ σὲ καὶ ἐπιθήσει αὐτὰ ἐπὶ πάντας τοὺς μισοῦντάς σε. (Septuagint, Liber Deuteronomii 7:15)
  • καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστὰς (Septuagint, Liber Deuteronomii 28:59)
  • καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα, οἱ υἱοὶ ὑμῶν, οἳ ἀναστήσονται μεθ᾿ ὑμᾶς, καὶ ὁ ἀλλότριος, ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν, καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς, ἃς ἀπέστειλε Κύριος ἐπ᾿ αὐτήν, (Septuagint, Liber Deuteronomii 29:21)
  • καὶ σὺ ἐν μαλακίᾳ πονηρᾷ, ἐν νόσῳ κοιλίας, ἕως οὗ ἐξέλθῃ ἡ κοιλία σου μετὰ τῆς μαλακίας ἐξ ἡμερῶν εἰς ἡμέρας. (Septuagint, Liber II Paralipomenon 21:15)
  • ὥσπερ γὰρ ἡ τῶν ὀφθαλμῶν νόσος τὴν ὁρ´ασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν γνώμας οὐκ ἐᾷ δι ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. (Demades, On the Twelve Years, 3:2)
  • μόνον αὐτὸν ἠνία φίλου νόσος ἢ θάνατος, ὡς ἂν καὶ τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν τὴν φιλίαν ἡγούμενον. (Lucian, (no name) 10:1)
  • πρὸς μὲν γὰρ τοὺς ἄλλους ἡμερωτέρα καὶ πραεῖά ἐστι καὶ παρόντων εἰρήνην ἄγει ἡ νόσος, ἂν δέ τινα ἰατρὸν ἴδῃ καὶ τοῦτ ἀκούσῃ μόνον, κατ ἐκείνου μάλιστα παροξύνεται, ὅπερ καὶ αὐτὸ τοῦ πονηρῶς καὶ ἀνηκέστως ἔχειν ἐστὶ τεκμήριον. (Lucian, Abdicatus, (no name) 6:4)
  • τί δ ἄν, ὅπερ μὴ γένοιτο, αὖθις ἡ νόσος ἐπανέλθῃ · (Lucian, Abdicatus, (no name) 32:5)
  • οὐ τοίνυν οὐδὲ νόσος οὐδὲ κάματος εἰς τοιοῦτο σῶμα ἐμπεσόντα ῥᾳδίως ἐλέγξειεν ἂν οὐδ ἐπικρατήσειεν εὐμαρῶς: (Lucian, Anacharsis, (no name) 26:4)

Synonyms

  1. sickness

  2. misery

  3. madness

  4. bane

Related

명사

형용사

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION