- τὴν δὲ πύλην τῆς πηγῆς ἠσφαλίσατο Σαλωμὼν υἱὸς Χολεζὲ ἄρχων μέρους τῆς Μασφά. αὐτὸς ἐξῳκοδόμησεν αὐτὴν καὶ ἐστέγασεν αὐτὴν καὶ ἔστησε τὰς θύρας αὐτῆς καὶ μοχλοὺς αὐτῆς καὶ τὸ τεῖχος κολυμβήθρας τῶν κωδίων τῇ κουρᾷ τοῦ βασιλέως καὶ ἕως τῶν κλιμάκων τῶν καταβαινουσῶν ἀπὸ πόλεως Δαυίδ. (Septuagint, Liber Nehemiae 3:15)
(70인역 성경, 느헤미야기 3:15)
- καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβε παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς, εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ᾿ αὐτῶν. (Septuagint, Liber Iudith 12:15)
(70인역 성경, 유딧기 12:15)
- καίτοι εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε ἡσυχίᾳ πολλῇ ἔτι οὔσῃ καὶ τῷ κρύει μηδέπω με τὸ ὄρθριον ὥσπερ εἰώθεν ἀποπηγνύντι - γνώμων γὰρ οὗτος ἀψευδέστατός μοι προσελαυνούσης ἡμέρας - οὐδέπω μέσαι νύκτες εἰσίν, ὁ δὲ ἀΰπνος οὗτος ὥσπερ τὸ χρυσοῦν ἐκεῖνο κώδιον φυλάττων ἀφ ἑσπέρας εὐθὺς ἤδη κέκραγεν, ἀλλ οὔτι χαίρων γε: (Lucian, Gallus, (no name) 1:2)
(루키아노스, Gallus, (no name) 1:2)
- πεφύκασι δ οἱ πλεῖστοι τῶν φιλοσόφων τῶν κωμικῶν κακήγοροι μᾶλλον εἶναι, εἴ γε καὶ Αἰσχίνης ὁ Σωκρατικὸς ἐν μὲν τῷ Τηλαύγει Κριτόβουλον τὸν Κρίτωνος ἐπ ἀμαθίᾳ καὶ ῥυπαρότητι βίου κωμῳδεῖ, τὸν δὲ Τηλαύγην αὐτὸν ἱματίου μὲν φορήσεως καθ ἡμέραν ἡμιωβέλιον κναφεῖ τελοῦντα μισθόν, κωδίῳ δὲ ἐζωσμένον καὶ τὰ ὑποδήματα σπαρτίοις ἐνημμένον σαπροῖς, εὐτελέστατον ὄντα ῥήτορα οὐ μετρίως διαγελᾷ. (Athenaeus, The Deipnosophists, Book 5, book 5, chapter 621)
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 621)
- ὁ δὲ ὡς ἐπῆλθεν, ὑποβεβλημένων αὐτῷ κωδίων τε μαλακῶν καὶ ποικίλων δαπίδων, αἰδεσθεὶς τὸν Ἀγησίλαον οὕτω κατακείμενον κατεκλίνη καὶ αὐτός, ὡς ἔτυχεν, ἐπὶ τῆς πόας χαμᾶζε, καίπερ ἐσθῆτα θαυμαστὴν λεπτότητι καὶ βαφαῖς ἐνδεδυκώς. (Plutarch, Agesilaus, chapter 12 2:1)
(플루타르코스, Agesilaus, chapter 12 2:1)
- εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ. (Aristotle, Agon, antistrophe 22)
(아리스토텔레스, Agon, antistrophe 22)
- τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον· (Aristophanes, Frogs, Lyric-Scene, trochees 3:19)
(아리스토파네스, Frogs, Lyric-Scene, trochees 3:19)
- ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον προσκεφάλαιον δ αὐτὸν φέρειν ἕκαστον ἔδει. (Athenaeus, The Deipnosophists, Book 10, book 10, chapter 15 2:1)
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 15 2:1)
- μόνον ἦν κώδιον καὶ προσκεφάλαιον, ὅπως ἐγείροιτο ῥᾳδίως καὶ μελετῴη. (Plutarch, Vitae decem oratorum, , section 1 24:1)
(플루타르코스, Vitae decem oratorum, , section 1 24:1)