- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

γαμέτης?

First declension Noun; Masculine 자동번역 Transliteration: gametēs

Principal Part: γαμέτης

Structure: γαμετ (Stem) + ης (Ending)

Etym.: γαμέω

Sense

  1. a husband, spouse

Declension

First declension

The inflection forms above were generated by rules and some usages of them were not attested.

Due to a bug of system, some forms may display wrong accents.

Examples

  • τὸν δὲ τύπτοντα γαμετὴν ἢ παῖδα τοῖς ἁγιωτάτοις ἔλεγεν ἱεροῖς προσφέρειν τὰς χεῖρας, ἐν ἐπαίνῳ δὲ μείζονι τίθεσθαι τὸ γαμέτην ἀγαθὸν ἢ τὸ μέγαν εἶναι συγκλητικόν ἐπεὶ καὶ Σωκράτους οὐδὲν ἄλλο θαυμάζειν τοῦ παλαιοῦ πλὴν ὅτι γυναικὶ χαλεπῇ καὶ παισὶν ἀποπλήκτοις χρώμενος ἐπιεικῶς καὶ πρᾴως διετέλεσε, γενομένου δὲ τοῦ παιδὸς οὐδὲν ἦν ἔργον οὕτως ἀναγκαῖον, εἰ μή τι δημόσιον, ὡς μὴ παρεῖναι τῇ γυναικὶ λουούσῃ τὸ βρέφος καὶ σπαργανούσῃ. (Plutarch, Marcus Cato, chapter 20 2:1)
  • ὃς γὰρ ἦν μοι μόνος καὶ καλὸς κἀγαθός, ὦ δέσποτα, καὶ ἐμὲ φιλῶν καὶ τιμῶν ὥσπερ ἂν εὐδαίμονα πατέρα παῖς τιμῶν τιθείη, τοῦτον ὁ νῦν βασιλεὺς οὗτος καλέσαντος τοῦ τότε βασιλέως, πατρὸς δὲ τοῦ νῦν, ὡς δώσοντος τὴν θυγατέρα τῷ ἐμῷ παιδί, ἐγὼ μὲν ἀπεπεμψάμην μέγα φρονῶν ὅτι δῆθεν τῆς βασιλέως θυγατρὸς ὀψοίμην τὸν ἐμὸν υἱὸν γαμέτην: (Xenophon, Cyropaedia, , chapter 6 4:1)
  • καὶ τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ διὰ παρανομίαν αὐτὴν ἀπελέγχων. (Septuagint, Liber Maccabees IV 2:11)
  • πῶς οὖν οὐκ ἀχάριστος οὗτος καὶ ἔνοχος τοῖς περὶ τῆς κακώσεως νόμοις, ὃς τὴν μὲν νόμῳ γαμετὴν παρ ἧς τοσαῦτα εἴληφεν καὶ δι ἣν ἔνδοξός ἐστιν οὕτως ἀτίμως ἀπέλιπεν, καινῶν δὲ ὠρέχθη πραγμάτων, καὶ ταῦτα νῦν ὁπότε μόνην ἐμὲ θαυμάζουσιν καὶ ἐπιγράφονται ἅπαντες προστάτιν ἑαυτῶν· (Lucian, Bis accusatus sive tribunalia, (no name) 29:1)
  • ὁ δὲ πρὸς τάδε ἔλεγεν ὡς οὐδ αὐτὸς ἄν κοτε γυναικὸς ἐφείσατο οὐδὲ παιδὶ σωτηρίης ἐφθόνεεν, εἰ καί τι μητρυιῆς ἐπεθύμεεν οὐ γὰρ ὁμοίην συμφορὴν ἔμμεναι γαμετὴν ἢ παῖδα ὀλέσαι. (Lucian, De Syria dea, (no name) 18:11)
  • οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τ ἀροτῆρα, κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο, χρήματα δ ἐν οἴκῳ πάντ ἄρμενα ποιήσασθαι, μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δ ἀρνῆται, σὺ δὲ τητᾷ, ἡ δ ὡρ´η παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον. (Hesiod, Works and Days, Book WD 48:1)
  • Οὐδ᾿ ἐκεῖνα μὲν εὖ ποιεῖς οὐδὲ πρέποντα σεαυτῷ, ὃς ἁπάντων θεῶν δεσπότης ὢν ἀπολιπὼν ἐμὲ τὴν νόμῳ γαμετὴν ἐπὶ τὴν γῆν κάτει μοιχεύσων χρυσίον ἢ σάτυρος ἢ ταῦρος γενόμενος. (Lucian, Dialogi deorum, 3:1)

Synonyms

  1. a husband

Related

명사

형용사

동사

부사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION