εὐπορία?
First declension Noun; Feminine
자동번역
Transliteration: euporia
Principal Part:
εὐπορία
Structure:
εὐπορι
(Stem)
+
α
(Ending)
Sense
- an easy way, facility or faculty, easy means of providing
- plenty, store, abundance, wealth, advantages
- the solution of doubts or difficulties
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ ὅσον ἐπὶ τῇ γῇ, βαθεῖ λιμῷ ἀεὶ συνῆμεν ἄν, τὸ δ ἱερὸν καὶ ὁ Πύθιος καὶ τὸ χρηστήριον καὶ οἱ θύοντες καὶ οἱ εὐσεβοῦντες, ταῦτα Δελφῶν τὰ πεδία, ταῦτα ἡ πρόσοδος, ἐντεῦθεν ἡ εὐπορία, ἐντεῦθεν αἱ τροφαὶ - χρὴ γὰρ τἀληθῆ πρός γε ἡμᾶς αὐτοὺς λέγειν - καὶ τὸ λεγόμενον ὑπὸ τῶν ποιητῶν, ἄσπαρτα ἡμῖν καὶ ἀνήροτα φύεται τὰ πάντα ὑπὸ γεωργῷ τῷ θεῷ, ὃς οὐ μόνον τὰ παρὰ τοῖς Ἕλλησιν ἀγαθὰ γιγνόμενα παρέχει, ἀλλ εἴ τι ἐν Φρυξὶν ἢ Λυδοῖς ἢ Πέρσαις ἢ Ἀσσυρίοις ἢ Φοίνιξιν ἢ Ἰταλιώταις ἢ Ὑπερβορέοις αὐτοῖς, πάντα ἐς Δελφοὺς ἀφικνεῖται. (Lucian, Phalaris, book 2 8:4)
- τὸ μὲν γὰρ ἐκ τούτων ἐστὶ τὸ ἐπὶ εἴδους καὶ μέρους λεγόμενον, χρήματα, εὐπορία, πρόσοδος. (Aristides, Aelius, Ars Rhetorica, , 27:2)
- καὶ ἔστι τοῦτο καλὸν ἐν τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τὸ τὴν ἁπλότητα μάλιστα ἀπεργαζόμενον, ὅθεν καὶ εὐπορία πλεκτὴ γίνεται, καὶ ὁ λόγος ἐκ τῶν ἐπεγκυκλουμένων ἀφελὴς φαίνεται, διά τε τὸ σεμνότερον γίνεσθαι τὸ λεγόμενον καὶ δι ἑτέρου ἐναργέστερον, ὅπερ λαλιᾶς ἔργον μᾶλλον εἶναι φαίνεται. (Aristides, Aelius, Ars Rhetorica, , 4:2)
- ὅθεν ηὐπόρησε λείας τοσαύτης ὅσην ἄγοντας καὶ φέροντας καὶ χρωμένους ἐν τῷ στρατοπέδῳ τοὺς Οὐολούσκους ἀπειπεῖν, ἦν δὲ μικρότατον ἔργον αὐτῷ τῆς στρατείας ἐκείνης ἡ εὐπορία καὶ τὸ πολλὰ βλάψαι καὶ κακῶσαι τὴν χώραν οὗ δ ἕνεκα ταῦτ ἔπραττε, μέγα, τὸ τοὺς πατρικίους προσδιαβαλεῖν τῷ δήμῳ. (Plutarch, Lives, chapter 27 3:1)
- αἱ γὰρ εὐπορίαι τοῖς ἐργαζομένοις οὐκ ἀπὸ τῶν δανειζομένων, ἀλλ ἀπὸ τῶν δανειζόντων εἰσίν, καὶ οὔτε ναῦν οὔτε ναύκληρον οὔτ ἐπιβάτην ἔστ ἀναχθῆναι, τὸ τῶν δανειζόντων μέρος ἂν ἀφαιρεθῇ. (Demosthenes, Speeches 31-40, 71:2)
- ἑτέρα δέ τις ἐπὶ τὴν ἐκείνης παρελθοῦσα τάξιν, ἀφόρητος ἀναιδείᾳ θεατρικῇ καὶ ἀνάγωγος καὶ οὔτε φιλοσοφίας οὔτε ἄλλου παιδεύματος οὐδενὸς μετειληφυῖα ἐλευθερίου, λαθοῦσα καὶ παρακρουσαμένη τὴν τῶν ὄχλων ἄγνοιαν, οὐ μόνον ἐν εὐπορίᾳ καὶ τρυφῇ καὶ μορφῇ πλείονι τῆς ἑτέρας διῆγεν, ἀλλὰ καὶ τὰς τιμὰς καὶ τὰς προστασίας τῶν πόλεων, ἃς ἔδει τὴν φιλόσοφον ἔχειν, εἰς ἑαυτὴν ἀνηρτήσατο καὶ ἦν φορτική τις πάνυ καὶ ὀχληρὰ καὶ τελευτῶσα παραπλησίαν ἐποίησε γενέσθαι τὴν Ἑλλάδα ταῖς τῶν ἀσώτων καὶ κακοδαιμόνων οἰκίαις. (Dionysius of Halicarnassus, De antiquis oratoribus, chapter 1 1:1)
- ἔτη δὲ πεντεκαίδεκα γεγονὼς εἰς Θουρίους ᾤχετο πλέων σὺν ἀδελφοῖς δυσίν, κοινωνήσων τῆς ἀποικίας, ἣν ἔστελλον Αθηναῖοί τε καὶ ἡ ἄλλη Ἑλλὰς δωδεκάτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ διετέλεσεν αὐτόθι πολιτευόμενος ἐν εὐπορίᾳ πολλῇ καὶ παιδευόμενος παρὰ Τισίᾳ τε καὶ Νικίᾳ μέχρι τῆς συμφορᾶς τῆς κατασχούσης Ἀθηναίους ἐν Σικελίᾳ. (Dionysius of Halicarnassus, chapter 1 1:1)
- ἐν δὲ τῇ λα Ζακυνθίους φησὶν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι. (Athenaeus, The Deipnosophists, Book 12, book 12, chapter 20 1:120)
Synonyms
-
plenty
-
the solution of doubts or difficulties