- ἡ μὲν οὖν σωφροσύνη βραχύτης τίς ἐστιν ἐπιθυμιῶν καὶ τάξις, ἀναιροῦσα μὲν τὰς ἐπεισάκτους καὶ περιττὰς καιρῷ δὲ καὶ μετριότητι κοσμοῦσα τὰς ἀναγκαίας. (Plutarch, Bruta animalia ratione uti, chapter, section 62)
(플루타르코스, Bruta animalia ratione uti, chapter, section 62)
- ἀλλ ἵνα μὴ μακρότερος τοῦ δέοντος ὁ λόγος γένοιτό μοι, τούτοις ἀρκεσθεὶς ἱκανοῖς οὖσι βεβαιῶσαι τὸ προκείμενον οὐκ ἂν ὀκνήσαιμι τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους ὑποτίθεσθαι τοῖς γε δὴ τὰς κρίσεις ἀδιαστρόφους ἔτι φυλάσσουσι, Δημοσθένει συμβούλῳ χρησαμένους, ὃν ἁπάντων ῥητόρων κράτιστον γεγενῆσθαι πειθόμεθα, ταύτας μιμεῖσθαι τὰς κατασκευάς, ἐν αἷς ἥ τε βραχύτης καὶ ἡ δεινότης καὶ ἡ ἰσχὺς καὶ ὁ τόνος καὶ ἡ μεγαλοπρέπεια καὶ αἱ συγγενεῖς ταύταις ἀρεταὶ πᾶσιν ἀνθρώποις εἰσὶ φανεραί: (Dionysius of Halicarnassus, , chapter 552)
(디오니시오스, , chapter 552)
- τάδε σοι περὶ τῶν ἰδεῶν καὶ ἀρετῶν ἐξ ὧν συνίσταται ὁ πολιτικὸς λόγος, καὶ δι ὧν δοκιμάζεται, καὶ πολλοῦ ἄξιος προάγεται, ὥσπερ ἐκ μερῶν καθ ἕκαστον συντιθέμενος, πανταχόθεν ὁλόκληρος καὶ τελείως ἔχων αὐτὸς ἐν ἑαυτῷ, αἵτινες τοιαίδε καὶ τοσαίδε εἰσί, σεμνότης, βαρύτης, περιβολή, ἀξιοπιστία, σφοδρότης, ἔμφασις, δεινότης, ἐπιμέλεια, γλυκύτης, σαφήνεια καὶ καθαρότης, βραχύτης καὶ συντομία, κόλασις. (Aristides, Aelius, Ars Rhetorica, , chapter Arg 2:1)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , chapter Arg 2:1)
- βραχύτης δὲ καὶ συντομία γίνεται κατὰ γνώμην, κατὰ λέξιν. (Aristides, Aelius, Ars Rhetorica, , 2:1)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , 2:1)
- κατὰ λέξιν δὲ γίνεται βραχύτης καὶ συντομία, ὅταν τις μὴ ταῖς παραφραστικαῖς τῶν λέξεων, ἀλλὰ ταῖς εὐθείαις χρῆται, ὅταν μὴ ἐπαγωνίζηται τῇ λέξει τὰ ἰσοδυναμοῦντα παρατιθείς, ἀλλὰ δηλώσας τὸ πρᾶγμα τῇ σημαινούσῃ λέξει εὐθὺς ἀπαλλαγῇ καὶ ἐν ὀλίγῳ, καὶ ὅταν τις μὴ φιλοτιμῆται πρὸς τὴν λέξιν, ἀλλὰ καὶ πρὸς τὰ πράγματα ἀποβλέπῃ. (Aristides, Aelius, Ars Rhetorica, , 3:1)
(아리스티데스, 아일리오스, Ars Rhetorica, , 3:1)