- 텍스트

Xenophon, Minor Works, Περὶ Ἱππικῆς?, chapter 1 15:

(크세노폰, Minor Works, Περὶ Ἱππικῆς, chapter 1 15:)

καὶ πλευρὰ δὲ ἡ βαθυτέρα καὶ πρὸς τὴν γαστέρα ὀγκωδεστέρα ἅμα εὐεδρότερόν τε καὶ ἰσχυρότερον καὶ εὐχιλότερον ὡς ἐπὶ πολὺ τὸν ἵππον παρέχεται. ὀσφῦς γε μὴν ὅσῳ ἂν πλατυτέρα τε καὶ βραχυτέρα ᾖ, τοσούτῳ ῥᾷον μὲν ὁ ἵππος τὰ πρόσθεν αἴρεται, ῥᾷον δὲ τὰ ὄπισθεν προσάγεται: καὶ ὁ κενεὼν δὲ οὕτω μικρότατος φαίνεται, ὅσπερ μέγας ὢν μέρος μέν τι καὶ αἰσχύνει, μέρος δέ τι καὶ ἀσθενέστερον καὶ δυσφορώτερον αὖ τὸν ἵππον παρέχεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION