- Ἡράκλεις, οὐ φιλοκάλου τινὸς οὐδὲ περὶ τὰ εὐμορφότατα ἐρωτικοῦ τὸ ἔργον, ἀγροικία δὲ πολλὴ καὶ ἀπειροκαλία καὶ προσέτι γε ἀμουσία, τῶν ἡδίστων αὑτὸν ἀπαξιοῦν καὶ τῶν καλλίστων ἀποξενοῦν καὶ μὴ συνιέναι ὡς οὐχ ὁ αὐτὸς περὶ τὰ θεάματα νόμος ἰδιώταις τε καὶ πεπαιδευμένοις ἀνδράσιν, ἀλλὰ τοῖς μὲν ἀπόχρη τὸ κοινὸν τοῦτο, ἰδεῖν μόνον καὶ περιβλέψαι καὶ τὼ ὀφθαλμὼ περιενεγκεῖν καὶ πρὸς τὴν ὀροφὴν ἀνακῦψαι καὶ τὴν χεῖρα ἐπισεῖσαι καὶ καθ ἡσυχίαν ἡσθῆναι δέει τοῦ μὴ ἂν δυνηθῆναι ἄξιόν τι τῶν βλεπομένων εἰπεῖν, ὅστις δὲ μετὰ παιδείας ὁρᾷ τὰ καλά, οὐκ ἄν, οἶμαι, ἀγαπήσειεν ὄψει μόνῃ καρπωσάμενος τὸ τερπνὸν οὐδ ἂν ὑπομείναι ἄφωνος θεατὴς τοῦ κάλλους γενέσθαι, πειράσεται δὲ ὡς οἱό῀ν τε καὶ ἐνδιατρῖψαι· (Lucian, De Domo, (no name) 2:1)
(루키아노스, De Domo, (no name) 2:1)
- ὥστε διαφθερῶ τὸ κήρυγμα ἢ ὑπέρμετρα ἢ ἐνδεᾶ συνείρων, καὶ γέλως ἔσται παρ αὐτοῖς ἐπὶ τῇ ἀμουσίᾳ τῶν ἐπῶν ὁρῶ γοῦν καὶ τὸν Ἀπόλλω γελώμενον ἐπ ἐνίοις τῶν χρησμῶν, καίτοι ἐπικρυπτούσης τὰ πολλὰ τῆς ἀσαφείας, ὡς μὴ πάνυ σχολὴν ἄγειν τοὺς ἀκούοντας ἐξετάζειν τὰ μέτρα. (Lucian, Juppiter trageodeus, (no name) 6:12)
(루키아노스, Juppiter trageodeus, (no name) 6:12)
- εἶναι πρότερον, οἶμαι δὲ μηδὲ νῦν, ἀλλ ἀμουσίᾳ καὶ ἀπειροκαλίᾳ τὸν κοινὸν Ἑρμῆν ἐμπολαῖον καὶ ἔμμισθον γενέσθαι. (Plutarch, Maxime cum principbus philosopho esse diserendum, chapter, section 2 6:1)
(플루타르코스, Maxime cum principbus philosopho esse diserendum, chapter, section 2 6:1)
- ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη καὶ εὐήθεια κατέσχε. (Plutarch, Quomodo adulator ab amico internoscatur, chapter, section 7 11:1)
(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 7 11:1)
- ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι, κινεῖ δ ἡμᾶς ἡ εὐμουσία ἐνοχλεῖ δ ἡ ἀμουσία. (Pseudo-Plutarch, Placita Philosophorum, book 4, 3:2)
(위 플루타르코스, Placita Philosophorum, book 4, 3:2)