- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ἠθοποιός?

First/Second declension Adjective; Transliteration: ēthopoios

Principal Part: ἠθοποιός ἠθοποιόν

Structure: ἠθοποι (Stem) + ος (Ending)

Etym.: ποιέω

Sense

  1. forming character

Examples

  • διὸ καὶ τὴν γεωργίαν ὁ Νομᾶς οἱο῀ν εἰρήνης φίλτρον ἐμμίξας τοῖς πολίταις καὶ μᾶλλον ὡς ἠθοποιὸν ἢ πλουτοποιὸν ἀγαπήσας τέχνην, εἰς μέρη τὴν χώραν διεῖλεν, ἃ πάγους προσηγόρευσε, καὶ καθ ἕκαστον ἐπισκόπους ἔταξε καὶ περιπόλους, ἔστι δ᾿ ὅτε καὶ αὐτὸς ἐφορῶν καὶ τεκμαιρόμενος ἀπὸ τῶν ἔργων τοὺς τρόπους τῶν πολιτῶν τοὺς μὲν εἰς τιμὰς καὶ πίστεις ἀνῆγε, τοὺς δὲ ῥᾳθύμους καὶ ἀμελεῖς ψέγων καὶ κακίζων ἐσωφρόνιζε. (Plutarch, Numa, chapter 16 4:1)
  • ἡ δὲ περὶ τὰς ᾠδὰς καὶ τὰ μέλη παίδευσις οὐχ ἧττον ἐσπουδάζετο τῆς ἐν τοῖς λόγοις εὐζηλίας καὶ καθαριότητος, ἀλλὰ καὶ τὰ μέλη κέντρον εἶχεν ἐγερτικὸν θυμοῦ καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πραγματικῆς, καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος ἐπὶ πράγμασι σεμνοῖς καὶ ἠθοποιοῖς. (Plutarch, Lycurgus, chapter 21 1:1)
  • αἰτίαν δέ τούτου τὴν ἀπαιδευσίαν εἶναι νομίζων ἐμβαλεῖν αὐτὸν εἰς διατριβὰς ἐλευθερίους ἐφιλοτιμεῖτο καὶ γεῦσαι λόγων καὶ μαθημάτων ἠθοποιῶν, ὡς ἀρετήν τε παύσαιτο δεδιὼς καὶ τοῖς καλοῖς χαίρειν ἐθισθείη. (Plutarch, Dion, chapter 9 1:1)
  • ἐπεὶ καὶ τῶν παιδεύσεων τὰς μὲν ἠθοποιοὺς ἢ πρὸς ἡδονήν τινα καὶ χάριν ἐλευθέριον σπουδαζομένας ὀκνηρῶς καὶ ἀπροθύμως ἐξεμάνθανε, τῶν δὲ εἰς σύνεσιν ἢ πρᾶξιν λεγομένων δῆλος ἦν ὑπερορῶν παρ ἡλικίαν, ὡς τῇ φύσει πιστεύων. (Plutarch, , chapter 2 2:2)
  • ἕλξεις κονιορτοῦ δέονται, ταῖς δὲ φιλικαῖς λαβαῖς ὁ οἶνος ἁφὴν ἐνδίδωσι μιγνύμενος λόγῳ λόγος γὰρ αὐτῷ τὸ φιλάνθρωπον καὶ ἠθοποιὸν ἐπὶ τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐποχετεύει καὶ συνδίδωσιν: (Plutarch, Quaestiones Convivales, book 4, chapter 0 9:1)

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION