- οὐδεὶς γὰρ αὐτῶν ἀδακρυτὶ διέπλευσεν. (Lucian, Contemplantes, (no name) 1:4)
(루키아노스, Contemplantes, (no name) 1:4)
- καὶ μὴν οὐ θέμις ἀδακρυτὶ διαπλεῦσαί τινα. (Lucian, Cataplus, (no name) 20:8)
(루키아노스, Cataplus, (no name) 20:8)
- εἶθ οἱ γενναιότατοι καὶ πρῶτος αὐτὸς ὁ πατὴρ τὰς ἀπατηθείσας ὑπ αὐτοῦ καὶ γενομένας ἐγκύους καθειργνυμένας ἢ καταποντιζομένας περιορᾷ καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας οὔτε σώζειν δύναται κρατούμενος ὑπὸ τῆς εἱμαρμένης οὔτ ἀδακρυτὶ τοὺς θανάτους αὐτῶν ὑπομένειν. (Flavius Josephus, Contra Apionem, 214:1)
(플라비우스 요세푸스, Contra Apionem, 214:1)
- οἱ δὲ τοσοῦτον ἐκείνων ὑπερσχόντες ἐν τῷ πολέμῳ τούτῳ καὶ τοῖς Ἕλλησι πρότερον τῆς ἐλευθερίας αἴτιοι καταστάντες δευτέρου πολέμου συστάντος πάλιν ἑξῆς τοῦ Δεκελεικοῦ, καὶ πρὸς ἁπάσας πείρας προελθόντες, ἃ μηδ εἰπεῖν ἔστ ἀδακρυτὶ, ταῦθ ἑωρῶντο πάσχοντες, ἑώς τά τε τείχη ταῖς ἑαυτῶν χερσὶ κατέσκαψαν καὶ τῆς ἡγεμονίας ἁπάσης ἀπέστησαν. (Aristides, Aelius, Orationes, 13:9)
(아리스티데스, 아일리오스, 연설, 13:9)
- εἶτ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν, σὺ μὲν ξένου Συρακοσίου κοινοῦ τῆς πατρίδος ἐχθροῦ τῆς σεαυτοῦ, - οὐ γὰρ προεδρία γ ἦν Ἀθηναίοις ἐν Συρακούσαις, ἀλλ ἃ μηδ εἰπεῖν ἔστ ἀδακρυτὶ, ταῦθ ὑπὸ τῶν Δίωνος ἑταίρων καὶ πολιτῶν ὀλίγοις πρότερον χρόνοις ἐπεπόνθεσαν - ἀλλ οὖν ἐπειδή γε ἅπαξ αὐτὸν ἐδέξω φίλον νομίσας, ἔπλεις ἐκείνου χάριν ἐν γήρᾳ πέλαγος τοσοῦτον, καὶ ταῦτα πρὸς ἄνδρα παρ ᾧ πάλιν κινδυνεύειν ἔδει καὶ οὗ συμμαχίαν ὑπισχνουμένου συνῄδεις οὐ δεξαμένην τὴν σαυτοῦ πατρίδα: (Aristides, Aelius, Orationes, 65:9)
(아리스티데스, 아일리오스, 연설, 65:9)