- ἔφορος μὲν οὖν φησιν αὐτόν, ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ διαλέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα, τοὺς δὲ δυσχεραίνοντας εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας, ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν: (Plutarch, , chapter 25 3:1)
(플루타르코스, , chapter 25 3:1)
- μάλιστα δὲ τοῦτο πεπόνθασιν οἱ βάρβαροι διὰ πολλὰς αἰτίας, ἃς οὐ καιρὸς ἐν τῷ παρόντι λέγειν, καὶ χρόνος οὐθεὶς μέχρι τοῦ παρόντος ἀπομαθεῖν ἢ παρανομῆσαί τι περὶ τοὺς ὀργιασμοὺς τῶν θεῶν ἔπεισεν οὔτ Αἰγυπτίους οὔτε Λίβυας οὔτε Κελτοὺς οὔτε Σκύθας οὔτ Ἰνδοὺς οὔτ ἄλλο βάρβαρον ἔθνος οὐδὲν ἁπλῶς: (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 70 5:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 70 5:1)
- καὶ τὸν Τάναϊν τοῦτον εἰσὶν οἳ ὁρ´ον ποιοῦσι τῆς Ἀσίας καὶ τῆς Εὐρώπης, οἷς δὴ ἀπὸ τοῦ μυχοῦ τοῦ πόντου τοῦ Εὐξείνου ἡ λίμνη τε ἡ Μαιῶτις καὶ ὁ ἐς ταύτην ἐξιεὶς ποταμὸς ὁ Τάναις οὗτος διείργει τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην, καθάπερ ἡ κατὰ Γάδειρά τε καὶ τοὺς ἀντιπέρας Γαδείρων Λίβυας τοὺς Νομάδας: (Arrian, Anabasis, book 3, chapter 30 8:1)
(아리아노스, Anabasis, book 3, chapter 30 8:1)
- Καρχηδονίους δὲ Ἄννων μὲν ἀντὶ Τυρίων ἐποίησε Λίβυας, καὶ Λιβύην κατοικεῖν ἀντὶ Φοινίκης, καὶ χρήματα πολλὰ κεκτῆσθαι καὶ συχνὰ ἐμπόρια καὶ λιμένας καὶ τριήρεις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ θαλάττης ἄρχειν. (Dio, Chrysostom, Orationes, 12:1)
(디오, 크리소토모스, 연설 (2), 12:1)
- εἶχε δὲ πεζοὺς μὲν τοὺς ἅπαντας ὑπολειπομένους Ἕλληνας ἑξακισχιλίους, Κελτοὺς δὲ καὶ Σαυνίτας καὶ Τυρρηνοὺς τούτων οὐκ ἐλάττους, Λίβυας δὲ μικρὸν ἀπολείποντας τῶν μυρίων, οὓς ἐφέδρους εἶναι συνέβαινε, συμμεταβαλλομένους ἀεὶ τοῖς καιροῖς: (Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 64 2:1)
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 64 2:1)
- δι ἀέρος εἴθε ποτανοὶ γενοίμεσθ ᾇ Λιβύας οἰωνοὶ στοχάδες ὄμβρον λιποῦσαι χειμέριον νίσονται πρεσβυτάτᾳ σύριγγι πειθόμεναι ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς ἐπιπετόμενος ἰαχεῖ. (Euripides, Helen, choral, strophe 21)
(에우리피데스, Helen, choral, strophe 21)
- χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον πόλιν ἐν ἀργεννόεντι μαστῷ, καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς παῖς ἀπέπνευς ἀθανάτου στόματος, δέσποινα Κόλχων. (Pindar, Odes, pythian odes, pythian 4 2:1)
(핀다르, Odes, pythian odes, pythian 4 2:1)
- καί νυν ἐν τᾷδ ἄφθιτον νάσῳ κέχυται Λιβύας εὐρυχόρου σπέρμα πρὶν ὡρ´ας: (Pindar, Odes, pythian odes, pythian 4 13:3)
(핀다르, Odes, pythian odes, pythian 4 13:3)
- ἔνθεν δ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου διανέμειν θεῖον Κυράνας ὀρθόβουλον μῆτιν ἐφευρομένοις. (Pindar, Odes, pythian odes, pythian 4 80:1)
(핀다르, Odes, pythian odes, pythian 4 80:1)