- 텍스트

Aristides, Aelius, Orationes, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 119:

(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 119:)

καὶ εἰ μὴ ἐκεῖνοι βελτίους ἐγένοντο τοῦ τυράννου καὶ τοῦ διακόνου, - καὶ οὗτοί γε καλῶς ποιοῦντες τὴν Πλάτωνος φιλοσοφίαν καὶ δόξαν ᾐσχύνθησαν, - ἐτεθνήκεις ἂν αὐτόθι νῆσον ἀντὶ νήσου μεταλαβὼν, ἐν προθύροις τῆς πατρίδος, οὐκ ἐν Σικελίᾳ: τοσοῦτον ἔμελλες κερδαίνειν. ὁ δὲ χρηστὸς σύμπλους ὁ Σπαρτιάτης οὐδ ὣς ἐπελάθετο ὧν ἤκουσε παρὰ τοῦ Διονυσίου, ἀλλ ἐπώλησε τὴν ἱερὰν κεφαλήν: καὶ πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε - οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων - Λίβυς δ ἄνθρωπος Ἀννίκερις ὄνομα, ὃν οὐδ ἠπίστατο ἀνθρώπων οὐδεὶς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. νῦν δ οὐ Πλάτωνα ἐπρίατο, ἀλλὰ δόξαν αὑτῷ καὶ τὸ γιγνώσκεσθαι. καὶ τότε ἤδη Δίων τὰ θαυμαστὰ ἐφιλανθρωπεύετο πέμπων τὰ λύτρα τῷ Λίβυϊ. ἀλλ οὐδ ἐκεῖνός γ ἡττήθη τοῦ Δίωνος, ἀλλ ἀφῆκέ σε προῖκα, ὁ μηδεπώποτ ἰδὼν πρότερον μηδ ὁμιλήσας μηδαμοῦ μήτε νήσων μήτ ἠπείρου. ἐλθὼν τοίνυν οἴκαδε καὶ διαφυγὼν ὥσπερ τις Ὀδυσσεὺς οὐ θανάτους μόνον, ἀλλὰ καὶ δουλείαν, καὶ οὑτωσὶ σαφῶς ἐπὶ τῇ ἑτέρων κακίᾳ καὶ φιλανθρωπίᾳ γενόμενος χρόνον μέν τινα ἡσυχάσας: ὡς δὲ τελευτήσαντος τοῦ προτέρου Διονυσίου παραλαβὼν τὴν ἀρχὴν ὁ ἐξ ἐκείνου Διονύσιος μετεπέμπετο αὖθίς σε εἰς τὴν πολυύμνητον Σικελίαν, ὥσπερ μετὰ τῶν ἄλλων ὧν παρὰ τοῦ πατρὸς παρειλήφει καὶ τὴν εἰς σὲ ὕβριν παρειληφὼς, καὶ κληρονομῶν καὶ τοῦ σοι προστάττειν, ὥσπερ Συρακοσίοις ἢ τοῖς ἄλλοις τοῖς ἐν Σικελίᾳ, ᾤχου δὴ πλέων. καὶ ποίων τινῶν ἀπέλαυσας πάλιν αὐτὸς οἶσθα, ὡς οὔθ ὧν ἀπῆρας χάριν διεπράξω ἠνέσχου τε πολλὰ καὶ παντοῖα, καὶ παντὸς μᾶλλον ἢ σαυτοῦ, τοσοῦτον εὐτυχήσας μόνον, εἰρήσεται γὰρ, ὅσον οὐ μετέσχες τῆς Φιλοξένου τοῦ διθυραμβοποιοῦ τύχης, καίτοι πράττων μάλιστά πως ἀντίπαλα ἐκείνῳ. μή τοι νομίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χείρονος οὔθ ὑβρίζεσθαι οὔτε βλάπτεσθαι.

상위

Aristides, Aelius (아리스티데스, 아일리오스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION