- καὶ οἳ μὲν ὡς πειραταὶ λάθρᾳ ἐπιπλέοντες προσφέρονται πρὸς τὰ θηρία, οἳ δέ, καθάπερ Ἀθηναῖοι Μήδων ἐκράτησαν ναυμαχίᾳ περὶ Ἀρτεμίσιον ἢ περὶ Σαλαμῖνα καὶ Ψυττάλειαν ἢ αὖθις περὶ Κύπρον, οὕτω δὲ καὶ οὗτοι τῶν θηρίων ἐκ τοῦ ἐμφανοῦς κρατοῦσιν. (Arrian, Cynegeticus, chapter 24 5:2)
(아리아노스, Cynegeticus, chapter 24 5:2)
- "καὶ ἡ Δωδώνη τότε καὶ ἡ Πῖσα λαμπραὶ καὶ περίβλεπτοι πᾶσιν ἦσαν, ὑπὸ δὲ τοῦ καπνοῦ τῶν θυσιῶν οὐδὲ ἀναβλέπειν μοι δυνατὸν ἐξ οὗ δὲ ἐν Δελφοῖς μὲν Ἀπόλλων τὸ μαντεῖον κατεστήσατο, ἐν Περγάμῳ δὲ τὸ ἰατρεῖον ὁ Ἀσκληπιὸς καὶ τὸ Βενδίδειον ἐγένετο ἐν Θρᾴκῃ καὶ τὸ Ἀνουβίδειον ἐν Αἰγύπτῳ καὶ τὸ Ἀρτεμίσιον ἐν Ἐφέσῳ, ἐπὶ ταῦτα μὲν ἅπαντες θέουσι καὶ πανηγύρεις ἀνάγουσι καὶ ἑκατόμβας παριστᾶσι καὶ χρυσᾶς πλίνθους ἀνατιθέασιν ἐμὲ δὲ παρηβηκότα ἱκανῶς τετιμηκέναι νομίζουσιν, ἂν διὰ πέντε ὅλων ἐτῶν θύσωσιν ἐν Ὀλυμπίᾳ. (Lucian, Icaromenippus, (no name) 24:8)
(루키아노스, Icaromenippus, (no name) 24:8)
- "καὶ ἀεὶ ὁ Ἄθως πλείσθω καὶ ὁ Ἑλλήσποντος πεζευέσθω καὶ ὁ ἥλιος ὑπὸ τῶν Μηδικῶν βελῶν σκεπέσθω καὶ Ξέρξης φευγέτω καὶ Λεωνίδας θαυμαζέσθω καὶ τὰ Ὀθρυάδου γράμματα ἀναγιγνωσκέσθω, καὶ ἡ Σαλαμὶς καὶ τὸ Ἀρτεμίσιον καὶ αἱ Πλαταιαὶ πολλὰ ταῦτα καὶ πυκνά. (Lucian, Rhetorum praeceptor, (no name) 13:33)
(루키아노스, Rhetorum praeceptor, (no name) 13:33)
- ἐπὶ τούτοις Πίνδαρος ἔρεισμα τῆς Ἑλλάδος προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν τοὺς Ἕλληνας, ἀλλ ὅτι πρῶτον, ὥς φησιν αὐτός, ἐπ Ἀρτεμισίῳ παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδ ἐλευθερίας: (Plutarch, De gloria Atheniensium, section 7 5:2)
(플루타르코스, De gloria Atheniensium, section 7 5:2)
- μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. (Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 25 5:3)
(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 25 5:3)
- ὁ δὲ πατὴρ αὐτοῦ Κλεινίας ἰδιοστόλῳ τριήρει περὶ Ἀρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ὕστερον δὲ Βοιωτοῖς μαχόμενος περὶ Κορώνειαν ἀπέθανε. (Plutarch, , chapter 1 1:2)
(플루타르코스, , chapter 1 1:2)
- "εἰ δέ τις ἢ τύραννον ἀπέκτεινε Μιλτιάδην ἐν Χερρονήσῳ πρότερον, ἢ Κίμωνα συνόντα τῇ ἀδελφῇ διώξας εἷλεν, ἢ Θεμιστοκλέους ἐφ οἷς ἀσελγαίνων ἐκώμαζε καὶ ὕβριζε δι ἀγορᾶς ἀφείλετο τὴν πόλιν, ὡς ὕστερον Ἀλκιβιάδου, γραψάμενος, ἆρ οὐκ ἂν ἀπωλώλεσαν ἡμῖν οἱ Μαραθῶνες οἱ Εὐρυμέδοντες τὸ καλὸν Ἀρτεμίσιον ὅθι παῖδες Ἀθηναίων ἐβάλοντο φαεννὰν κρηπῖδ ἐλευθερίας· (Plutarch, De sera numinis vindicta, section 614)
(플루타르코스, De sera numinis vindicta, section 614)