- καὶ τοῦ Ἀλβανοῦ δὲ οἴνου εἴδη δύο, ὁ μὲν γλυκάζων, ὁ δ ὀμφακίας: (Athenaeus, The Deipnosophists, book 1, chapter 486)
(아테나이오스, The Deipnosophists, book 1, chapter 486)
- "ὁ Λαβικανὸς ἡδὺς καὶ λιπαρὸς τῇ γεύσει, μεταξὺ Φαλερίνου καὶ Ἀλβανοῦ: (Athenaeus, The Deipnosophists, book 1, chapter 4815)
(아테나이오스, The Deipnosophists, book 1, chapter 4815)
- Τύλλος μὲν γὰρ ἐβούλετο ἐν ἐλαχίστοις σώμασι γενέσθαι τὴν τοῦ πολέμου κρίσιν ἑνὸς Ἀλβανοῦ τοῦ λαμπροτάτου πρὸς ἕνα Ῥωμαῖον τὸν ἄριστον μονομαχήσοντος καὶ πρόθυμος ἦν αὐτὸς ὑπὲρ τῆς ἑαυτοῦ πατρίδος ἀγωνίσασθαι προκαλούμενος εἰς τὴν ὁμοίαν φιλοτιμίαν τὸν Ἀλβανόν, καλοὺς ἀποφαίνων τοῖς ἀνειληφόσι τὰς τῶν στρατοπέδων ἡγεμονίας τοὺς ὑπὲρ ἀρχῆς καὶ δυναστείας ἀγῶνας, οὐ μόνον ἐὰν νικήσωσιν ἀγαθοὺς ἄνδρας, ἀλλὰ κἂν αὐτοὶ κρατηθῶσιν ὑπ ἀγαθῶν, καὶ διεξιὼν ὅσοι στρατηγοὶ καὶ βασιλεῖς τὰς ἑαυτῶν ψυχὰς προκινδυνεῦσαι τῶν κοινῶν παρέσχον δεινὸν ἡγούμενοι τῶν μὲν τιμῶν πλέον αὐτοὶ φέρεσθαι, τῶν δὲ πόνων ἔλαττον. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 12 3:1)
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 12 3:1)
- ταῦτα παρὰ τὰς τάξεις ἁπάσας παρεξιὼν ἔλεγε, καὶ αὐτίκα τοὺς μὲν Φιδηναίους δέος εἰσέρχεται παλινπροδοσίας ὡς κατεστρατηγημένους ὑπὸ τοῦ Ἀλβανοῦ, ἐπεὶ οὔτε ἀντιμεταταξάμενον αὐτὸν εἶδον οὔτ ἐπὶ τοὺς Ῥωμαίους εὐθὺς αὐτὸν ἐλαύνοντα, ὥσπερ ὑπέσχετο αὐτοῖς, τοὺς δὲ Ῥωμαίους ἐπῆρεν εἰς εὐτολμίαν καὶ θάρσους ἐνέπλησεν ὁ λόγος: (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 25 1:1)
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 25 1:1)
- καὶ πρὸ μέσων νυκτῶν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς συγκαλέσας τήν τε προδοσίαν αὐτοῖς λέγει τὴν τοῦ Ἀλβανοῦ μάρτυρας τοὺς αἰχμαλώτους παρασχόμενος καὶ ὃν τρόπον αὐτὸς κατεστρατήγησε τούς τε πολεμίους καὶ τοὺς Φιδηναίους διηγεῖται. (Dionysius of Halicarnassus, Antiquitates Romanae, book 3, chapter 26 7:1)
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 26 7:1)