호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰσ μακαρίαν τὸ λουτρόν, ὡσ διέθηκέ με. ἑφθὸν κομιδῇ πεποίηκεν ἀποκναίσειεν ἂν κἂν ὁστισοῦν μου λαβόμενοσ τοῦ δέρματοσ. οὕτω στερεόν τι πρᾶγμα θερμὸν ἐσθ’ ὕδωρ. Ἕρμιπποσ· μὰ τὸν Δί’, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖσ. ηὔξηται δὲ καὶ ἡ τῶν ὀψοποιῶν περιεργία καὶ ἡ τῶν μυρεψῶν· "οὐδ’ ἂν κολυμβᾶν εἰσ κολυμβήθραν μύρου" ἀρκεῖσθαί τισ ἂν δύναιτο, φησὶν Ἄλεξισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기