호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον, ὅθεν εἴρηται καὶ σὸσ μὲν οἰκτρὸσ παῖδασ ἀπολέσασ πατήρ· Οἰνεὺσ δ’ ἄρ’ οὐχὶ τὸν Ἑλλάδοσ κλεινὸν ἀπολέσασ γόνον; καὶ ὅτι, εἰ μηδὲ Θησεὺσ ἠδίκησεν, οὐδ’ Ἀλέξανδροσ, καὶ εἰ μηδ’ οἱ Τυνδαρίδαι, οὐδ’ Ἀλέξανδροσ, καὶ εἰ Πάτροκλον Ἕκτωρ, καὶ Ἀχιλλέα Ἀλέξανδροσ. καὶ εἰ μηδ’ ἄλλοι τεχνῖται φαῦλοι, οὐδ’ οἱ φιλόσοφοι. καὶ εἰ μηδ’ οἱ στρατηγοὶ φαῦλοι ὅτι θανατοῦνται πολλάκισ, οὐδ’ οἱ σοφισταί. καὶ ὅτι "εἰ δεῖ τὸν ἰδιώτην τῆσ ὑμετέρασ δόξησ ἐπιμελεῖσθαι, καὶ ὑμᾶσ τῆσ τῶν Ἑλλήνων" .

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기