호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ μὲν γὰρ Ἀλκιβιάδου καὶ τὸν βίον ἐβδελύττοντο καὶ τὸ θράσος ὠρρώδουν, ὡς μᾶλλον ἐν τοῖς περὶ ἐκείνου γραφομένοις δηλοῦται, τὸν δὲ Νικίαν ὅ τε πλοῦτος ἐπίφθονον ἐποίει καὶ μάλιστα τῆς διαίτης τὸ μὴ φιλάνθρωπον μηδὲ δημοτικόν, ἀλλ ἄμικτον καὶ ὀλιγαρχικὸν ἀλλόκοτον ἐδόκει, πολλὰ δ ἤδη ταῖς ἐπιθυμίαις αὐτῶν ἀντιτείνων, παρὰ γνώμην βιαζόμενος πρὸς τὸ συμφέρον, ἐπαχθὴς ἦν. ὡς δ ἁπλῶς εἰπεῖν, νέων ἦν καὶ πολεμοποιῶν ἅμιλλα πρὸς εἰρηνοποιοὺς καὶ πρεσβυτέρους, τῶν μὲν εἰς τοῦτον, τῶν δ εἰς ἐκεῖνον τὸ ὄστρακον τρεπόντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기