호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κώθων δ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός.? Ἀντιφάνης δέ φησι βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν τἀλλότρια δειπνεῖν, μὴ προσέχων λογίσμασι. καὶ πάλιν: μακάριος ὁ βίος: δεῖ μ ἀεὶ καινὸν πόρον εὑρεῖν ὅπως μάσημα ταῖς γνάθοις ἔχω. ταῦτα οἴκοθεν ἔχων εἰς τὸ συμπόσιον ἦλθον καὶ προμελετήσας, ἵνα κἀγὼ τὸ στεγανόμιον κομίζων παραγένωμαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기