- 텍스트

Plutarch, Pelopidas, chapter 33

(플루타르코스, Pelopidas, chapter 33)

τὸ μὲν οὖν Θηβαίων τοὺς παρόντας ἐπὶ τῇ τοῦ Πελοπίδου τελευτῇ βαρέως φέρειν, πατέρα καὶ σωτῆρα καὶ διδάσκαλον τῶν μεγίστων καὶ καλλίστων ἀγαθῶν ἀποκαλοῦντας ἐκεῖνον, οὐ πάνυ θαυμαστὸν ἦν:? τοὺς μὲν γὰρ παραγεγονότας τῷ ἔργῳ λέγουσι μήτε θώρακα θέσθαι μήτε ἵππον ἐκχαλινῶσαι μήτε τραῦμα δήσασθαι πρότερον, ὡς ἐπύθοντο τὴν ἐκείνου τελευτήν, ἀλλὰ μετὰ τῶν ὅπλων θερμοὺς ἰόντας ἐπὶ τὸν νεκρόν ὥσπερ αἰσθανόμενον, τὰ τῶν πολεμίων κύκλῳ περὶ τὸ σῶμα σωρεύειν λάφυρα, κεῖραι δὲ ἵππους, κείρασθαι δὲ καὶ αὐτούς.

ἀπιόντας δὲ πολλοὺς ἐπὶ σκηνὰς μήτε πῦρ ἀνάψαι μήτε δεῖπνον ἑλέσθαι, σιγὴν δὲ καὶ κατήφειαν εἶναι τοῦ στρατοπέδου παντός, ὥσπερ οὐ νενικηκότων ἐπιφανεστάτην νίκην καὶ μεγίστην, ἀλλ ἡττημένων ὑπὸ τοῦ τυράννου καὶ καταδεδουλωμένων, ἐκ δὲ τῶν πόλεων, ὡς ἀπηγγέλθη ταῦτα, παρῆσαν αἵ τε ἀρχαὶ καὶ μετ αὑτῶν ἔφηβοι καὶ παῖδες καὶ ἱερεῖς πρὸς τὴν ὑποδοχὴν τοῦ σώματος, τρόπαια καὶ στεφάνους καὶ πανοπλίας χρυσᾶς ἐπιφέροντες.

ὡς δὲ ἔμελλεν ἐκκομίζεσθαι τὸ σῶμα, προσελθόντες οἱ πρεσβύτατοι τῶν Θεσσαλῶν ᾐτοῦντο τοὺς Θηβαίους δι αὑτῶν θάψαι τὸν νεκρόν.

εἷς δὲ αὑτῶν ἔλεγεν: "ἄνδρες σύμμαχοι, χάριν αἰτοῦμεν παρ ὑμῶν κόσμον ἡμῖν ἐπὶ ἀτυχίᾳ τοσαύτῃ καὶ παραμυθίαν φέρουσαν. "οὐ γὰρ ζῶντα Θεσσαλοὶ Πελοπίδαν προπέμψουσιν, οὐδὲ αἰσθανομένῳ τὰς ἀξίας τιμὰς ἀποδώσουσιν, ἀλλ ἐὰν ψαῦσαί τε τοῦ νεκροῦ τύχωμεν καὶ δι αὑτῶν κοσμῆσαι καὶ θάψαι τὸ σῶμα, δόξομεν ὑμῖν οὐκ ἀπιστεῖν ὅτι μείζων ἡ συμφορὰ γέγονε Θετταλοῖς ἢ Θηβαίοις: "ὑμῖν μὲν γὰρ ἡγεμόνος ἀγαθοῦ μόνον, ἡμῖν δὲ καὶ τούτου καὶ τῆς ἐλευθερίας στέρεσθαι συμβέβηκε. "πῶς γὰρ ἔτι τολμήσομεν αἰτῆσαι στρατηγὸν ἄλλον παρ ὑμῶν οὐκ ἀποδόντες Πελοπίδαν· ταῦτα μὲν οἱ Θηβαῖοι συνεχώρησαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION