호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ μὲν οὖν πρεσβεία τῷ Πελοπίδᾳ προσέθηκεν οὐ μικρὰν εὔνοιαν ἐπανελθόντι, διὰ τὸν Μεσσήνης συνοικισμὸν καὶ τὴν τῶν ἄλλων Ἑλλήνων αὐτονομίαν:? ψηφισαμένων δὲ τῶν Θηβαίων προθύμως, καὶ ταχὺ πάντων ἑτοίμων γενομένων καὶ τοῦ στρατηγοῦ περὶ ἔξοδον ὄντος, ὁ μὲν ἥλιος ἐξέλιπε καὶ σκότος ἐν ἡμέρᾳ τὴν πόλιν ἔσχεν, ὁ δὲ Πελοπίδας ὁρῶν πρὸς τὸ φάσμα συντεταραγμένους ἅπαντας οὐκ ᾤετο δεῖν βιάζεσθαι καταφόβους καὶ δυσέλπιδας ὄντας, οὐδὲ ἀποκινδυνεύειν ἑπτακισχιλίοις πολίταις, ἀλλ ἑαυτὸν μόνον τοῖς Θεσσαλοῖς ἐπιδούς καὶ τριακοσίους τῶν ἱππέων ἐθελοντὰς ἀναλαβὼν καὶ ξένους ἐξώρμησεν, οὔτε τῶν μάντεων ἐώντων οὔτε τῶν ἄλλων συμπροθυμουμένων πολιτῶν μέγα γὰρ ἐδόκει καὶ πρὸς ἄνδρα λαμπρὸν ἐξ οὐρανοῦ γεγονέναι σημεῖον.
ὁ δὲ ἦν μὲν καὶ δι ὀργὴν ὧν καθύβριστο θερμότερος ἐπὶ τὸν Ἀλέξανδρον, ἤλπιζε δὲ καὶ τὴν οἰκίαν αὐτοῦ νοσοῦσαν ἤδη καὶ διεφθαρμένην εὑρήσειν ἐξ ὧν διείλεκτο τῇ Θήβῃ.
μάλιστα δ αὐτὸν καὶ παρεκάλει τὸ τῆς πράξεως κάλλος, ἐπιθυμοῦντα καὶ φιλοτιμούμενον, ἐν οἷς χρόνοις Λακεδαιμόνιοι Διονυσίῳ τῷ Σικελίας τυράννῳ στρατηγοὺς καὶ ἁρμοστὰς ἔπεμπον, Ἀθηναῖοι δὲ μισθοδότην Ἀλέξανδρον εἶχον καὶ χαλκοῦν ἵστασαν ὡς εὐεργέτην, τότε τοῖς Ἕλλησιν ἐπιδεῖξαι Θηβαίους μόνους ὑπὲρ τῶν τυραννουμένων στρατευομένους καὶ καταλύοντας ἐν τοῖς Ἕλλησι τὰς παρανόμους καὶ βιαίους δυναστείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기