호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ψηφισαμένων δὲ τῶν Θηβαίων προθύμως, καὶ ταχὺ πάντων ἑτοίμων γενομένων καὶ τοῦ στρατηγοῦ περὶ ἔξοδον ὄντος, ὁ μὲν ἥλιος ἐξέλιπε καὶ σκότος ἐν ἡμέρᾳ τὴν πόλιν ἔσχεν, ὁ δὲ Πελοπίδας ὁρῶν πρὸς τὸ φάσμα συντεταραγμένους ἅπαντας οὐκ ᾤετο δεῖν βιάζεσθαι καταφόβους καὶ δυσέλπιδας ὄντας, οὐδὲ ἀποκινδυνεύειν ἑπτακισχιλίοις πολίταις, ἀλλ ἑαυτὸν μόνον τοῖς Θεσσαλοῖς ἐπιδούς καὶ τριακοσίους τῶν ἱππέων ἐθελοντὰς ἀναλαβὼν καὶ ξένους ἐξώρμησεν, οὔτε τῶν μάντεων ἐώντων οὔτε τῶν ἄλλων συμπροθυμουμένων πολιτῶν μέγα γὰρ ἐδόκει καὶ πρὸς ἄνδρα λαμπρὸν ἐξ οὐρανοῦ γεγονέναι σημεῖον.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기