- 텍스트

Plutarch, Pelopidas, chapter 29

(플루타르코스, Pelopidas, chapter 29)

ἐπεὶ δὲ οἱ στρατηγοὶ τῶν Θηβαίων εἰς τὴν Θετταλίαν ἐμβαλόντες ἔπραξαν οὐδέν, ἀλλὰ δι ἀπειρίαν ἢ δυστυχίαν αἰσχρῶς ἀνεχώρησαν, ἐκείνων μὲν ἕκαστον ἡ πόλις μυρίαις δραχμαῖς ἐζημίωσεν, Ἐπαμεινώνδαν δὲ μετὰ δυνάμεως ἀπέστειλεν.? εὐθὺς οὖν κίνησίς τις μεγάλη Θετταλῶν ἦν ἐπαιρομένων πρὸς τὴν δόξαν τοῦ στρατηγοῦ, καὶ τὰ πράγματα τοῦ τυράννου ῥοπῆς ἐδεῖτο μικρᾶς ἀπολωλέναι:

πυνθανόμενος τὴν ὠμότητα καὶ τὴν ὀλιγωρίαν τῶν καλῶν καὶ δικαίων, ὡς ζῶντας μὲν ἀνθρώπους κατώρυττεν, ἑτέροις δὲ δέρματα συῶν ἀγρίων καὶ ἄρκτων περιτιθεὶς καὶ τοὺς θηρατικοὺς ἐπάγων κύνας καὶ διέσπα καὶ κατηκόντιζε, παιδιᾷ ταύτῃ χρώμενος, Μελιβοίᾳ δὲ καὶ Σκοτούσῃ, πόλεσιν ἐνσπόνδοις καὶ φίλαις, ἐκκλησιαζούσαις περιστήσας ἅμα τοὺς δορυφόρους ἡβηδὸν ἀπέσφαξε, τὴν δὲ λόγχην ᾗ Πολύφρονα τὸν θεῖον ἀπέκτεινε καθιερώσας καὶ καταστέψας, ἔθυεν ὥσπερ θεῷ καὶ Τύχωνα προσηγόρευε.

τραγῳδὸν δέ ποτε θεώμενος Εὐριπίδου Τρῳάδας ὑποκρινόμενον ᾤχετο ἀπιὼν ἐκ τοῦ θεάτρου, καὶ πέμψας πρὸς αὐτὸν ἐκέλευε θαρρεῖν καὶ μηδὲν ἀγωνίζεσθαι διὰ τοῦτο χεῖρον, οὐ γὰρ ἐκείνου καταφρονῶν ἀπελθεῖν, ἀλλ αἰσχυνόμενος τοὺς πολίτας, εἰ μηδένα πώποτε τῶν ὑπ αὐτοῦ φονευομένων ἠλεηκώς, ἐπὶ τοῖς Ἑκάβης καὶ Ἀνδρομάχης κακοῖς ὀφθήσεται δακρύων.

οὗτος μέντοι τὴν δόξαν αὐτὴν καὶ τοὔνομα καὶ τὸ πρόσχημα τῆς Ἐπαμεινώνδου στρατηγίας καταπλαγείς, ἔπτηξ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν, καὶ τοὺς ἀπολογησομένους ταχὺ πρὸς αὐτὸν ἔπεμπεν.

ὁ δὲ συνθέσθαι μὲν εἰρήνην καὶ φιλίαν πρὸς τοιοῦτον ἄνδρα Θηβαίοις οὐχ ὑπέμεινε, σπεισάμενος δέ τριακονθημέρους ἀνοχὰς τοῦ πολέμου καὶ λαβὼν τὸν Πελοπίδαν καὶ τὸν Ἰσμηνίαν ἀνεχώρησεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION