- 텍스트

Plutarch, Pelopidas, chapter 25 7:

(플루타르코스, Pelopidas, chapter 25 7:)

τοῦτο τὸ ψήφισμα γράφεται Πελοπίδας παρανόμων, ἰσχυριζόμενος ὅτι Θηβαίοις οὐ πάτριον ἦν ἰδίᾳ κατ ἄνδρα τιμᾶν, ἀλλὰ τῇ πατρίδι κοινῶς τὸ τῆς νίκης ὄνομα σῴζειν.? καὶ τὸν μὲν Χάρωνα παρὰ πᾶσαν τὴν δίκην ἐγκωμιάζων ἀφθόνως διετέλεσε, τὸν δὲ Μενεκλείδαν βάσκανον καὶ πονηρὸν ἐξελέγχων, καὶ τοὺς Θηβαίους ἐρωτῶν εἰ μηδὲν αὐτοῖς καλὸν πέπρακται, ὥστε Μενεκλείδαν ζημιῶσαι χρήμασιν, ἃ μὴ δυνάμενος ἐκτῖσαι διὰ πλῆθος, ὕστερον ἐπεχείρησε κινῆσαι καὶ μεταστῆσαι τὴν πολιτείαν. ταῦτα μὲν οὖν ἔχει τινὰ καὶ τοῦ βίου ἀποθεώρησιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION