- 텍스트

Plutarch, Pelopidas, chapter 25 4:

(플루타르코스, Pelopidas, chapter 25 4:)

Ἐπαμεινώνδαν μὲν οὖν ἐξέκρουσε τῆς βοιωταρχίας καὶ κατεπολιτεύσατο πολὺν χρόνον, Πελοπίδαν δὲ πρὸς μὲν τὸν δῆμον οὐκ ἴσχυσε διαβαλεῖν, ἐπεχείρει δὲ συγκροῦσαι τῷ Χάρωνι:? καὶ κοινήν τινα τοῦ φθόνου παραμυθίαν ἔχοντος, ἂν ὧν αὐτοὶ μὴ δύνανται βελτίους φανῆναι, τούτους ἁμῶς γέ πως ἑτέρων ἀποδείξωσι κακίους, πολὺς ἦν πρὸς τὸν δῆμον αὔξων τὰ τὸν Χάρωνος ἔργα, καὶ τὰς στρατηγίας τὰς ἐκείνου καὶ τὰς νίκας ἐγκωμιάζων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION