호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν τοιούτοις οὖν διαλόγοις τῶν πρώτων ὄντων, καὶ μάλιστα τοῦ Πελοπίδου διαποροῦντος, ἵππων ἐξ ἀγέλης πῶλος ἀποφυγοῦσα καὶ φερομένη διὰ τῶν ὅπλων, ὡς ἦν θέουσα κατ αὐτοὺς ἐκείνους, ἐπέστη:? "ἥκει σοι τὸ ἱερεῖον, ὦ δαιμόνιε, καὶ παρθένον ἄλλην μὴ περιμένωμεν, ἀλλὰ χρῶ δεξάμενος ἣν ὁ θεὸς δίδωσιν.
ἐκ τούτου λαβόντες τὴν ἵππον ἐπὶ τοὺς τάφους ἦγον τῶν παρθένων, καὶ κατευξάμενοι καὶ καταστέψαντες ἐνέτεμον αὐτοί τε χαίροντες καὶ λόγον εἰς τὸ στρατόπεδον περὶ τῆς ὄψεως τοῦ Πελοπίδου καὶ τῆς θυσίας διδόντες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기