호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς δ οὖν Τεγύρας οἱ Θηβαῖοι κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς Ὀρχομενίας ἀπιόντες καί οἱ Λακεδαιμόνιοι συνέπιπτον, ἐξ ἐναντίας αὐτοῖς ἐκ τῆς Λοκρίδος ἀναζευγνύντες.? ὡς δὲ πρῶτον ὤφθησαν τὰ στενὰ διεκβάλλοντες, καί τις εἶπε τῷ Πελοπίδᾳ προσδραμών: "ἢ εἰς ἡμᾶς ἐκεῖνοι· καί τὴν μὲν ἵππον εὐθὺς πᾶσαν ἐκέλευσε παρελαύνειν ἀπ οὐρᾶς ὡς προεμβαλοῦσαν, αὐτὸς δὲ τοὺς ὁπλίτας τριακοσίους ὄντας εἰς ὀλίγον συνήγαγεν, ἐλπίζων καθ ὃ προσβάλοι μάλιστα διακόψειν ὑπερβάλλοντας πλήθει τοὺς πολεμίους.
ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων, τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστι. καὶ θαρροῦντες οἱ πολέμαρχοι τῶν Σπαρτιατῶν Γοργολέων καί Θεόπομπος ὡρ´μησαν ἐπὶ τοὺς Θηβαίους, γενομένης δέ πως μάλιστα τῆς ἐφόδου κατ αὐτοὺς τοὺς ἄρχοντας ἀπ ἀμφοτέρων μετὰ θυμοῦ καί βίας, πρῶτον μὲν οἱ πολέμαρχοι τῶν Λακεδαιμονίων τῷ Πελοπίδᾳ συρράξαντες ἔπεσον ἔπειτα τῶν περὶ ἐκείνους παιομένων καί ἀποθνῃσκόντων ἅπαν εἰς φόβον κατέστη τὸ στράτευμα, καί διέσχε μὲν ἐπ ἀμφότερα τοῖς Θηβαίοις, ὡς διεκπεσεῖν εἰς τοὔμπροσθεν καί διεκδῦναι βουλομένοις, ἐπεὶ δὲ τὴν δεδομένην ὁ Πελοπίδας ἡγεῖτο πρὸς τοὺς συνεστῶτας καί διεξῄει φονεύων, οὕτω πάντες προτροπάδην ἔφευγον.
ἐγένετο δὲ οὐκ ἐπὶ πολὺν τόπον ἡ δίωξις:
ἐφοβοῦντο γὰρ ἐγγὺς ὄντας οἱ Θηβαῖοι τοὺς Ὀρχομενίους καί τὴν διαδοχὴν τῶν Λακεδαιμονίων, ὅσον δὲ νικῆσαι κατὰ κράτος καί διεξελθεῖν διὰ παντὸς ἡσσωμένου τοῦ στρατεύματος, ἐξεβιάσαντο: καί στήσαντες τρόπαιον καί νεκροὺς σκυλεύσαντες ἀνεχώρησαν ἐπ οἴκου μέγα φρονοῦντες.
ἐν γὰρ τοσούτοις, ὡς ἐοίκε, πολέμοις Ἑλληνικοῖς καί βαρβαρικοῖς πρότερον οὐδέποτε Λακεδαιμόνιοι πλείονες ὄντες ὑπ ἐλαττόνων ἐκρατήθησαν, ἀλλ οὐδὲ ἴσοι πρὸς ἴσους ἐκ παρατάξεως συμβαλόντες. ὅθεν ἦσαν ἀνυπόστατοι τὰ φρονήματα, καί τῇ δόξῃ καταπληττόμενοι τοὺς ἀντιταττομένους, οὐδὲ αὐτοὺς ἀξιοῦντας ἀπ ἴσης δυνάμεως τὸ ἴσον φέρεσθαι Σπαρτιάταις, εἰς χεῖρας συνέστησαν, ἐκείνη δὲ ἡ μάχη πρώτη καί τοὺς ἄλλους ἐδίδαξεν Ἕλληνας ὡς οὐχ ὁ Εὐρώτας οὐδ ὁ μεταξὺ Βαβύκας καί Κνακιῶνος τόπος ἄνδρας ἐκφέρει μαχητὰς καί πολεμικούς, ἀλλὰ παρ οἷς ἂν αἰσχύνεσθαι τὰ αἰσχρὰ καί τολμᾶν ἐπὶ τοῖς καλοῖς ἐθέλοντες ἐγγένωνται νέοι καί τοὺς ψόγους τῶν κινδύνων μᾶλλον φεύγοντες, οὗτοι φοβερώτατοι τοῖς ἐναντίοις εἰσί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기