호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτου πάλιν προθυμότατα Ἀθηναῖοι τοῖς Θηβαίοις συνεμάχουν, καί τῆς θαλάττης ἀντελαμβάνοντο, καί περιϊόντες ἐδέχοντο καί προσήγοντο τοὺς ἀποστατικῶς τῶν Ἑλλήνων ἔχοντας.? οἱ δὲ Θηβαῖοι καθ αὑτοὺς ἐν τῇ Βοιωτίᾳ συμπλεκόμενοι τοῖς Λακεδαιμονίοις ἑκάστοτε, καί μαχόμενοι μάχας αὐτὰς μὲν οὐ μεγάλας, μεγάλην δὲ τὴν μελέτην ἐχούσας καί τὴν ἄσκησιν, ἐξερριπίζοντο τοῖς θυμοῖς καί διεπονοῦντο τοῖς σώμασιν, ἐμπειρίαν ἅμα τῇ συνηθείᾳ καὶ φρόνημα προσλαμβάνοντες ἐκ τῶν ἀγώνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기