호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενομένου δ ἐπὶ ταῖς θύραις αὐτοῦ, προῆλθεν ὁ Ἀρχίας, καὶ Φιλλίδας, καὶ εἶπεν:? "ὦ Χάρων, τινὰς ἀκήκοα παρεληλυθότας ἐν τῇ πόλει κρύπτεσθαι, καὶ συμπράττειν αὐτοῖς ἐνίους τῶν πολιτῶν. "μὴ κενός τις ὑμᾶς διαταράττῃ λόγος, οὐ μὴν ἀλλὰ σκέψομαι: "δεῖ γὰρ ἴσως μηδενὸς καταφρονεῖν. ταῦτα καὶ Φιλλίδας παρὼν ἐπῄνει, καὶ τὸν Ἀρχίαν ἀπαγαγὼν αὖθις εἰς ἄκρατον πολὺν κατέβαλε, καὶ ταῖς περὶ τῶν γυναικῶν ἐλπίσι διεπαιδαγώγει τὸν πότον.
ὡς δ ἐπανῆλθεν ὁ Χάρων οἴκαδε καὶ διεσκευασμένους τοὺς ἄνδρας εὑρ῀εν οὐχ ὡς ἄν τινα νίκην ἢ σωτηρίαν ἐλπίζοντας, ἀλλ ὡς ἀποθανουμένους λαμπρῶς καὶ μετὰ φόνου πολλοῦ τῶν πολεμίων, τὸ μὲν ἀληθὲς αὐτοῖς ἔφραζε τοῖς περὶ τὸν Πελοπίδαν, πρὸς δὲ τοὺς ἄλλους ἐψεύσατο λόγους τινὰς τοῦ Ἀρχίου περὶ πραγμάτων ἑτέρων πλασάμενος. ἔτι δὲ τοῦ πρώτου παραφερομένου δεύτερον ἐπῆγεν ἡ τύχη χειμῶνα τοῖς ἀνδράσιν.
ἧκε γάρ τις ἐξ Ἀθηνῶν παρὰ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν τὸν ὁμώνυμον, ξένον ὄντα καὶ φίλον, ἐπιστολὴν κομίζων οὐ κενὴν ἔχουσαν οὐδὲ πεπλασμένην ὑπόνοιαν, ἀλλὰ σαφῶς ἕκαστα περὶ τῶν πρασσομένων φάσκουσαν, ὡς ὕστερον ἐπεγνώσθη: "πέμψας ἐκέλευσεν εὐθὺς ἀναγνῶναι:
"περὶ σπουδαίων γάρ τινων γεγράφθαι. "τὰ σπουδαῖα. καὶ τὴν ἐπιστολὴν δεξάμενος ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκεν, αὐτὸς δὲ πάλιν τῷ Φιλλίδᾳ περὶ ὧν ἐτύγχανον διαλεγόμενοι προσεῖχεν. ὁ μὲν οὖν λόγος οὗτος ἐν παροιμίας τάξει περιφερόμενος μέχρι νῦν διασῴζεται παρὰ τοῖς Ἕλλησι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기