- 텍스트

Plutarch, Pelopidas, chapter 7

(플루타르코스, Pelopidas, chapter 7)

ἀλλὰ κινδυνευτέον ὑπὲρ τῶν μεγίστων, παράδειγμα θεμένους τὴν Θρασυβούλου τόλμαν καὶ ἀρετήν, ἵνα, ὡς ἐκεῖνος ἐκ Θηβῶν πρότερον ὁρμηθεὶς κατέλυσε τοὺς ἐν Ἀθήναις τυράννους, οὕτως αὐτοὶ πάλιν ἐξ Ἀθηνῶν προελθόντες ἐλευθερώσωσι τὰς Θήβας, ὡς οὖν ἔπεισε ταῦτα λέγων, πέμπουσιν εἰς Θήβας κρύφα πρὸς τοὺς ὑπολελειμμένους τῶν φίλων τὰ δεδογμένα φράζοντες.? οἱ δὲ συνεπῄνουν καὶ Χάρων μέν, ὅσπερ ἦν ἐπιφανέστατος, ὡμολόγησε τὴν οἰκίαν παρέξειν, Φιλλίδας δὲ διεπράξατο τῶν περὶ Ἀρχίαν καὶ Φίλιππον γραμματεὺς γενέσθαι πολεμαρχούντων.

Ἐπαμεινώνδας δὲ τοὺς νέους πάλαι φρονήματος ἦν ἐμπεπληκώς: ἐκέλευε γὰρ ἐν τοῖς γυμνασίοις ἐπιλαμβάνεσθαι τῶν Λακεδαιμονίων καὶ παλαίειν, εἶτα ὁρῶν ἐπὶ τῷ κρατεῖν καὶ περιεῖναι γαυρουμένους ἐπέπληττεν, ὡς αἰσχύνεσθαι μᾶλλον αὐτοῖς προσῆκον, εἰ δουλεύουσι δι ἀνανδρίαν ὧν τοσοῦτον ταῖς ῥώμαις διαφέρουσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION