호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρχίας καὶ Λεοντίδας καὶ Φίλιππος, ἄνδρες ὀλιγαρχικοὶ καὶ πλούσιοι καὶ μέτριον οὐδὲν φρονοῦντες, ἀναπείθουσι Φοιβίδαν τὸν Λάκωνα μετὰ στρατιᾶς διαπορευόμενον ἐξαίφνης καταλαβεῖν τὴν Καδμείαν καὶ τοὺς ὑπεναντιουμένους αὐτοῖς ἐκβαλόντα πρὸς τὸ Λακεδαιμονίων ὑπήκοον ἁρμόσασθαι δι ὀλίγων τὴν πολιτείαν.? πεισθέντος δ ἐκείνου καὶ μὴ προσδοκῶσι τοῖς Θηβαίοις ἐπιθεμένου Θεσμοφορίων ὄντων, καὶ τῆς ἄκρας κυριεύσαντος, Ἰσμηνίας μὲν συναρπασθεὶς καὶ κομισθεὶς εἰς Λακεδαίμονα μετ οὐ πολὺν χρόνον ἀνῃρέθη, Πελοπίδας δὲ καὶ Φερένικος καὶ Ἀνδροκλείδας μετὰ συχνῶν ἄλλων φεύγοντες ἐξεκηρύχθησαν, Ἐπαμεινώνδας δὲ κατὰ χώραν ἔμεινε τῷ καταφρονηθῆναι διὰ μὲν φιλοσοφίαν ὡς ἀπράγμων, διὰ δὲ πενίαν ὡς ἀδύνατος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기