호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀθηναίοις δέ φασι τὴν συμφορὰν οὐχ ἥκιστα διὰ τὸν ἄγγελον ἄπιστον γενέσθαι. ξένος γάρ τις, ὡς ἐοίκεν, ἀποβὰς εἰς Πειραιᾶ καὶ καθίσας ἐπὶ κουρεῖον, ὡς ἐγνωκότων ἤδη τῶν Ἀθηναίων λόγους ἐποιεῖτο περὶ τῶν γεγονότων. ὁ δὲ κουρεὺς ἀκούσας, πρὶν ἄλλους πυνθάνεσθαι, δρόμῳ συντείνας εἰς τὸ ἄστυ καὶ προσβαλὼν τοῖς ἄρχουσιν εὐθὺς κατ ἀγορὰν ἐνέβαλε τὸν λόγον. ἐκπλήξεως δὲ καὶ ταραχῆς, ὡς εἰκός, γενομένης, οἱ μὲν ἄρχοντες ἐκκλησίαν συναγαγόντες εἰσήγαγον τὸν ἄνθρωπον: ὡς δ ἐρωτώμενος παρ οὗ πύθοιτο σαφὲς οὐδὲν εἶχε φράζειν, δόξας λογοποιὸς εἶναι καὶ ταράττειν τὴν πόλιν, εἰς τὸν τροχὸν καταδεθεὶς ἐστρεβλοῦτο πολὺν χρόνον, ἑώς ἐπῆλθον οἱ τὸ πᾶν κακόν, ὡς εἶχεν, ἀπαγγέλλοντες.
οὕτω μόλις ὁ Νικίας ἐπιστεύθη παθὼν ἃ πολλάκις αὐτοῖς προεῖπεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기