호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτυχον δέ πωσ καὶ τὴν σελήνην ἔχοντεσ ὄπισθεν· ὅθεν αὐτοὶ μὲν αὑτοῖσ τὰσ σκιὰσ ἐπιβάλλοντεσ ἀπέκρυπτον τὸ πλῆθοσ τῶν ὅπλων καὶ τὴν λαμπρότητα, τοὺσ δ’ ἐναντίουσ ὁ πρὸσ τὴν σελήνην τῶν ἀσπίδων ἀντιφωτισμὸσ πολὺ πλείονασ ὁρᾶσθαι καὶ λαμπροτέρουσ ἐποίει. τέλοσ δὲ πανταχόθεν αὐτοῖσ, ὡσ ἐνέδοσαν, προσκειμένων τῶν πολεμίων φεύγοντεσ οἱ μὲν ὑπ’ ἐκείνων, οἱ δ’ ὑπ’ ἀλλήλων ἀπέθνησκον, οἱ δὲ κατὰ τῶν κρημνῶν ὀλισθαίνοντεσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기