호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δ οὖν ἐκίνησε τὴν στρατιὰν πάλιν ἐπὶ τὰς Συρακούσας, οὕτως ἐστρατήγησε καὶ μετὰ τοσαύτης ὀξύτητος ἅμα καὶ ἀσφαλείας ἐπῆλθεν, ὥστε λαθεῖν μὲν εἰς Θάψον ταῖς ναυσὶ προσμίξας καὶ ἀποβάς, φθάσαι δὲ τὰς Ἐπιπολὰς κατασχών, τῶν δὲ προσβοηθούντων λογάδων κρατήσας ἑλεῖν μὲν τριακοσίους, τρέψασθαι δὲ καὶ τὴν ἵππον τῶν πολεμίων ἄμαχον εἶναι δοκοῦσαν. ὃ δὲ πάντων μάλιστα καὶ Σικελιώτας ἐξέπληξε καὶ τοῖς Ἕλλησιν ἀπιστίαν παρέσχεν, ὀλίγῳ χρόνῳ περιετείχισε Συρακούσας, πόλιν Ἀθηνῶν οὐκ ἐλάττονα, δυσεργοτέραν δὲ χωρίων ἀνωμαλίαις καὶ θαλάσσῃ γειτνιώσῃ καὶ παρακειμένοις ἕλεσι τεῖχος κύκλῳ περὶ αὐτὴν τοσοῦτον ἀγαγεῖν.
ἀλλὰ τοῦτ ἐξεργάσασθαι μικρὸν ἐδέησε τοῦ παντὸς ἄνθρωπος οὐδ ὑγιαίνοντι χρώμενος ἑαυτῷ πρὸς τοσαύτας φροντίδας, ἀλλὰ νόσον νοσῶν νεφρῖτιν, ἧς τὸ μὴ προσεκπονηθὲν λεῖμμα ποιεῖσθαι δίκαιόν ἐστι.
θαυμάζω δὲ τοῦ στρατηγοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῶν στρατιωτῶν ἀνδραγαθίαν ἐν οἷς κατώρθουν. ὁ μὲν γὰρ Εὐριπίδης μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γράφων ἐπικήδειον ἐποίησεν:
οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν ἄνδρες, ὅτ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις: ἀλλὰ πλείονας ἄν τις εὑρ´οι Συρακουσίους νενικημένους ὑπ αὐτῶν, πρὶν ἐκ θεῶν ὄντως ἢ τύχης ἀντίστασίν τινα γενέσθαι τοῖς Ἀθηναίοις ἐπὶ πλεῖστον αἰρομένοις δυνάμεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기