- 텍스트

Plutarch, Νικίας?, chapter 16 7:

(플루타르코스, Νικίας, chapter 16 7:)

τῇ δὲ νίκῃ περιβοήτῳ γενομένῃ χρησάμενος εἰς οὐδέν, ὀλίγων ἡμερῶν διαγενομένων αὖθις ἀνεχώρησεν εἰς Νάξον, κἀκεῖ διεχείμασε, πολλὰ μὲν ἀναλίσκων στρατιᾷ τοσαύτῃ, πράττων δὲ μικρὰ πρὸς Σικελούς τινας ἀφισταμένους πρὸς αὐτόν, ὥστε τοὺς Συρακουσίους αὖθις ἀναθαρρήσαντας ἐξελάσαι πρὸς Κατάνην καὶ τήν τε χώραν τεμεῖν καὶ τὸ στρατόπεδον κατακαῦσαι τῶν Ἀθηναίων. ἃ δὴ πάντες ᾐτιῶντο τὸν Νικίαν, ὡς ἐν τῷ διαλογίζεσθαι καὶ μέλλειν καὶ φυλάττεσθαι τὸν τῶν πράξεων ἀπολλύντα καιρόν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION